§28.16.1ὅτι ἐν τῇ Ῥόδῳ τὰ τῆς ἀντιπολιτείας αἰεὶ μᾶλλον ἐπέτεινεν.
在罗得斯,党派之争日益加剧。
§28.16.2προσπεσόντος γὰρ αὐτοῖς τοῦ τῆς συγκλήτου δόγματος, ἐν ᾧ διεσάφει μηκέτι προσέχειν τοῖς τῶν στρατηγῶν ἐπιτάγμασιν, ἀλλὰ τοῖς αὑτῆς δόγμασι, καὶ τῶν πολλῶν ἀποδεχομένων τὴν τῆς συγκλήτου πρόνοιαν, §28.16.3οἱ περὶ τὸν Φιλόφρονα καὶ Θεαίδητον ἐπιλαβόμενοι τῆς ἀφορμῆς ταύτης ἐξειργάζοντο τἀκόλουθα, φάσκοντες δεῖν ἐκπέμπειν πρεσβευτὰς πρὸς τὴν σύγκλητον καὶ τὸν Κόιντον Μάρκιον τὸν ὕπατον καὶ πρὸς Γάιον τὸν ἐπὶ τοῦ ναυτικοῦ.
因为当元老院的决议传到他们那里,其中明确指出他们不应再听从将领们的命令,而应听从元老院自身的决议,且大多数人也欢迎元老院的这一关怀时,菲洛弗龙和泰哀德托斯及其党羽便抓住这一契机,着手实行下一步行动,声称应当派遣使者前往元老院、执政官昆图斯·马尔基乌斯以及海军指挥官盖乌斯处。
§28.16.4τότε γὰρ ἤδη γνώριμον ἦν ἅπασιν οἵτινες τῶν καθεσταμένων ἀρχόντων ἐν τῇ Ῥώμῃ παραγίνεσθαι μέλλουσιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους.
因为在当时,所有人就已经清楚知道罗马任命的官员中,有哪些人将前往希腊地区。
§28.16.5κροτηθείσης δὲ τῆς ὑποθέσεως, καίπερ ἀντιρρήσεως γενομένης, ἀπεστάλησαν εἰς μὲν τὴν Ῥώμην ἀρχομένης θερείας Ἁγησίλοχος Ἁγησίου, §28.16.6Νικαγόρας, Νίκανδρος, πρὸς δὲ τὸν ὕπατον καὶ τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν Ἁγέπολις,
这一提议虽遭到反对,但最终获得通过,于是在初夏时分,派往罗马的有哈格西洛霍斯(哈格西阿斯之子)、尼卡戈拉斯和尼坎德罗斯;而派往执政官和海军将领处的有哈格波利斯、阿里斯顿和帕西克拉特斯。
§28.16.7ἀρίστων, Πασικράτης, ἐντολὰς ἔχοντες ἀνανεοῦσθαι τὰ φιλάνθρωπα πρὸς Ῥωμαίους καὶ πρὸς τὰς διαβολὰς ἀπολογεῖσθαι τὰς λεγομένας ὑπό τινων κατὰ τῆς πόλεως, §28.16.8οἱ δὲ περὶ τὸν Ἁγησίλοχον ἅμα τοῖς προειρημένοις καὶ περὶ σιτικῆς ἐξαγωγῆς ποιησόμενοι λόγους.
他们带有的指示是:重建与罗马人的友好关系,并对某些人针对他们城市所作的诽谤进行辩护;而哈格西洛霍斯及其同僚除了上述事务外,还要就粮食出口问题进行交涉。
§28.16.9τὰ μὲν οὖν ὑπὸ τούτων ῥηθέντα πρὸς τὴν σύγκλητον καὶ τὰς δοθείσας αὐτοῖς ἀποκρίσεις ὑπὸ τῆς συγκλήτου καὶ διότι πάντων τῶν φιλανθρώπων τυχόντες ἐπανῆλθον, ἐν τοῖς Ἰταλικοῖς εἴπομεν.
至于这些人对元老院所说的话、元老院给他们的答复,以及他们如何获得一切优待并返回,我们在讲述意大利事务的篇章中已经叙述过了。
§28.16.10περὶ δὲ τούτου τοῦ μέρους χρήσιμόν ἐστι πλεονάκις ὑπομιμνήσκειν, ὃ δὴ καὶ πειρώμεθα ποιεῖν, διότι πολλάκις ἀναγκαζόμεθα τὰς ἐντεύξεις τῶν πρεσβειῶν καὶ τοὺς χρηματισμοὺς προτέρους ἐξαγγέλλειν τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς.
关于这一部分,常常提醒读者是有益的——我们也正努力这样做——因为我们经常被迫在使节的任命和派遣之前,先报告其会见和谈判的结果。
§28.16.11ἐπεὶ γὰρ καθʼ ἕκαστον ἔτος τὰς καταλλήλους πράξεις γράφοντες πειρώμεθʼ ἐν ἑνὶ καιρῷ συγκεφαλαιοῦσθαι τὰς παρʼ ἑκάστοις πράξεις, δῆλον ὡς ἀναγκαῖόν ἐστιν τοῦτο συμβαίνειν περὶ τὴν γραφήν.
因为当我们逐年记载相应的事件时,我们试图在同一时间总结各地的事务,显然,在写作中这种情况的发生是不可避免的。