§28.15.1ὅτι κατὰ τὴν Κρήτην δεδιότες Κυδωνιᾶται τοὺς Γορτυνίους διὰ τὸ καὶ τῷ πρότερον ἔτει παρʼ ὀλίγον κεκινδυνευκέναι τῇ πόλει τῶν περὶ Νοθοκράτην ἐπιβαλομένων αὐτὴν κατασχεῖν, ἐξέπεμψαν πρέσβεις πρὸς Εὐμένη, βοήθειαν αἰτούμενοι κατὰ τὴν συμμαχίαν.
That in Crete, the Cydoniatæ, fearing the Gortynians because in the preceding year also the city had been in imminent danger when Nothocrates and his party attempted to seize it, sent ambassadors to Eumenes, requesting aid in accordance with their alliance.
§28.15.2ὁ δὲ βασιλεὺς προχειρισάμενος Λέοντα καὶ στρατιώτας σὺν τούτῳ τριακοσίους ἐξαπέστειλε κατὰ σπουδήν.
The king, having appointed Leon, dispatched him in haste with three hundred soldiers.
§28.15.3ὧν παραγενομένων οἱ Κυδωνιᾶται τάς τε κλεῖς τῶν πυλῶν τῷ Λέοντι παρέδωκαν καὶ καθόλου τὴν πόλιν ἐνεχείρισαν. —
Upon their arrival, the Cydoniatæ delivered the keys of the gates to Leon and entrusted the city entirely to him. —