Humanitext Reader

波利比奥斯 · 历史 §28.2.1-28.2.8

罗得岛使节请求输入谷物与元老院的回应

第 1094 段,共 1311 段 · 希腊语

内容简介

罗得岛使者抵达罗马,请求重建友好关系并允许谷物进口,同时为因国内派系分裂而产生的指控进行辩解。元老院对此不予理会,批准了谷物请求,并以同样态度对待其他希腊使节。

§28.2.1ὅτι κατὰ τοὺς καιροὺς τούτους ἦλθον καὶ παρὰ Ῥοδίων πρέσβεις, ἤδη τῆς θερείας ληγούσης, Ἁγησίλοχος καὶ Νικαγόρας καὶ Νίκανδρος,
关于在此时,正值夏季即将来临尾声之际,来自罗得岛的使者哈格西洛科斯、尼卡戈拉斯和尼坎德罗斯也来到了罗马之事。
§28.2.2τήν τε φιλίαν ἀνανεωσόμενοι καὶ σίτου θέλοντες ἐξαγωγὴν λαβεῖν, ἅμα δὲ καὶ περὶ τῶν διαβολῶν ἀπολογησόμενοι τῶν λεγομένων κατὰ τῆς πόλεως.
他们既为了重建友好关系,并希望获得输出谷物的许可,同时也为了针对向该城邦提出的种种诽谤进行辩白。
§28.2.3ἐκφανέστατα γὰρ ἐδόκουν στασιάζειν [ἐν τῇ Ῥόδῳ] οἱ μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Φιλόφρονα καὶ Ῥοδοφῶντα καὶ Θεαίδητον, ἀπερειδόμενοι πάσας τὰς ἐλπίδας ἐπὶ Ῥωμαίους, οἱ δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον ἐπὶ Περσέα καὶ Μακεδόνας.
因为,[在罗得岛]他们显然分裂成了不同派系,阿加塔格托斯、菲洛夫龙、罗多丰和泰艾德托斯一行人将所有的希望寄托于罗马人,而德伊农和波里阿拉托斯一行人则寄托于珀尔修斯和马其顿人。
§28.2.4ἐξ ὧν πλεονάκις ἐν τοῖς ἐκείνων πράγμασιν ἀντιρρήσεως γινομένης, καὶ διελκομένων τῶν διαβουλίων, ἐλάμβανον ἀφορμὰς οἱ βουλόμενοι λογοποιεῖν κατὰ τῆς πόλεως.
由此,在他们的国事中频繁发生争执,且审议被拖延,这便给那些企图散布针对该城邦谣言的人提供了机会。
§28.2.5οὐ μὴν ἥ γε σύγκλητος τότε προσεποιήθη τούτων οὐδέν, καίπερ σαφῶς εἰδυῖα τὰ γενόμενα παρʼ αὐτοῖς· σίτου δʼ ἔδωκε δέκα μυριάδας μεδίμνων ἐξάγειν ἐκ Σικελίας.
然而,元老院当时并未对这些事情表现出任何理会的迹象,尽管他们清楚地知道在这些人之中发生着什么;元老院还准许他们从西西里输出十万麦地姆诺的谷物。
§28.2.6ταῦτα μὲν οὖν ἡ σύγκλητος ἐχρημάτισεν ἰδίᾳ τοῖς Ῥοδίων πρεσβευταῖς, §28.2.7ἀκολούθως δὲ καὶ τοῖς ἄλλοις ἅπασιν ἀπήντησε τοῖς ἀπὸ τῆς Ἑλλάδος παραγεγονόσι, τηροῦσιν τὴν αὐτὴν ὑπόθεσιν.
于是,元老院私下与罗得岛的使者们处理了这些事务,并且以同样的方式回应了其他所有来自希腊且维持着相同态度的人。
§28.2.8καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.
而在意大利的事务当时便是如此。

词汇与语法注释

  1. 28.2.1ὅτι — 句首的 ὅτι 在波里比乌斯的文中起到了引导历史事件摘要或汇报的惯用连接词作用。
  2. 28.2.4ἐξ ὧν ... ἀντιρρήσεως γινομένης — 由中性代词构成的介词短语 ἐξ ὧ 引导了其后的属格独立结构,形成了一种稍显不规则的句法结构。
  3. 28.2.5προσεποιήθη τούτων οὐδέν — 动词 προσεποιήθη 意为“假装”,与否定词 οὐδέν 结合,表示“对那些事情没有表现出任何理会的迹象”,即采取无视的态度。
  4. 28.2.7τηροῦσιν — 该词为与格复数现在分词,与前方的 τοῖς ἄλλοις ἅπασιν... παραγεγονόσι 一致。它表明从希腊来的使者们对罗马“维持着相同的态度”,而非修饰主格的元老院。

引用这一段

波利比奥斯, 历史 §28.2.1-28.2.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:28.2.1-28.2.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。