Humanitext Reader

波利比奥斯 · 历史 §27.5.1-27.5.8

波奥蒂亚诸邦求援与珀尔修斯的答复

第 1077 段,共 1311 段 · 希腊语

内容简介

珀尔修斯派遣安提戈诺斯前往波奥蒂亚以争取支持。当相关城市的使节因底比斯的压迫而请求援助时,珀尔修斯因停战协定而拒绝,但建议他们尽力抵抗底比斯人并对罗马人保持静观。

§27.5.1ὅτι Περσεὺς πυνθανόμενος ἔτι τινὰς τῶν ἐν τῇ Βοιωτίᾳ πόλεις ἀντέχεσθαι τῆς πρὸς αὐτὸν εὐνοίας, Ἀντίγονον ἐξαπέστειλε τὸν Ἀλεξάνδρου πρεσβευτήν.
珀尔修斯获悉波奥蒂亚仍有一些城市保持着对他的好意,便派遣亚历山大之子安提戈诺斯作为使节之事。
§27.5.2ὃς καὶ παραγενόμενος εἰς Βοιωτοὺς τὰς μὲν ἄλλας πόλεις παρῆκε διὰ τὸ μηδεμίαν ἀφορμὴν λαμβάνειν ἐπιπλοκῆς, §27.5.3εἰς δὲ Κορώνειαν καὶ Θίσβας, ἔτι δʼ Ἁλίαρτον εἰσελθὼν παρεκάλεσε τοὺς ἀνθρώπους ἀντέχεσθαι τῆς πρὸς Μακεδόνας εὐνοίας.
他抵达波奥蒂亚人那里后,由于没有获得任何接触的契机,便绕过了其他城市,但进入科罗尼亚、希斯贝以及哈利亚尔托斯,劝告那里的人们保持对马其顿人的好意。
§27.5.4τῶν δὲ προθύμως ἀποδεχομένων τὰ λεγόμενα καὶ πρεσβευτὰς ψηφισαμένων πέμπειν εἰς Μακεδονίαν, οὗτος μὲν ἀπέπλευσε καὶ συμμίξας τῷ βασιλεῖ διεσάφει τὰ κατὰ τὴν Βοιωτίαν.
由于他们热切地接受了这些话,并投票决定向马其顿派遣使节,他便启航返回,与国王会合后详细报告了波奥蒂亚的情况。
§27.5.5παραγενομένων δὲ καὶ τῶν πρεσβευτῶν μετʼ ὀλίγον καὶ παρακαλούντων βοήθειαν ἐκπέμψαι ταῖς πόλεσι ταῖς αἱρουμέναις τὰ Μακεδόνων· §27.5.6τοὺς γὰρ Θηβαίους βαρεῖς ὄντας ἐπικεῖσθαι καὶ παρενοχλεῖν αὐτοὺς διὰ τὸ μὴ βούλεσθαι συμφρονεῖν σφίσιν μηδʼ αἱρεῖσθαι τὰ Ῥωμαίων·
不久后使节们也抵达了,请求向那些选择站在马其顿一边的城市派遣援助,因为他们声称底比斯人正对他们施加沉重压力并进行骚扰,原因仅在于他们不愿与底比斯人保持一致,也不愿选择罗马人一边。
§27.5.7ἅπερ ὁ Περσεὺς διακούσας βοήθειαν μὲν οὐδαμῶς ἔφη δύνασθαι πέμπειν οὐδενὶ διὰ τὰς ἀνοχάς, §27.5.8καθόλου δʼ αὐτοὺς παρεκάλει Θηβαίους μὲν ἀμύνασθαι κατὰ δύναμιν, Ῥωμαίοις δὲ μὴ πολεμεῖν, ἀλλὰ τὴν ἡσυχίαν ἔχειν. —
珀尔修斯听完这些,表示由于停战协定的限制,他绝不可能向任何人派遣援助,但总的来说,他劝告他们要尽力抵御底比斯人,但不要与罗马人交战,而是要保持静观。

词汇与语法注释

  1. §27.5.1ὅτι — 这是历史摘录(Excerpta)中典型的书写风格,由 ὅτι 引导含有主控动词 ἐξαπέστειλε 的整个句子,用以陈述一个事实(“关于……之事”)。
  2. §27.5.2διὰ τὸ μηδεμίαν ἀφορμὴν λαμβάνειν ἐπιπλοκῆς — 使用介词 διὰ 配合带冠词不定式 τὸ λαμβάνειν 表达原因。μηδεμίαν ἀφορμὴν 是该不定式的宾语而非主语,ἐπιπλοκῆς 是修饰 ἀφορμὴν 的宾格性属格(或关联属格),意为“接触/交往的(契机)”。不定式的逻辑主语(安提戈诺斯)因与主句主语一致而被省略。
  3. §27.5.6τοὺς γὰρ Θηβαίους βαρεῖς ὄντας ἐπικεῖσθαι καὶ παρενοχλεῖν αὐτοὺς — 此处为对格加不定式结构(τοὺς Θηβαίους 搭配 ἐπικεῖσθαι 与 παρενοχλεῖν),用于表示间接引语,承接前文使节们的请求(παρακαλούντων),暗示了“声称/因为……”。分词 βαρεῖς ὄντας 描述了主语的状态,意为“作为重压/高压地”。
  4. §27.5.6σφίσιν — 此处的 σφίσιν 是间接反身代词,并不指向不定式从句的主语(底比斯人),而是指向该间接引语的说话者(即由使节代表的其他波奥蒂亚城市的人们)。

引用这一段

波利比奥斯, 历史 §27.5.1-27.5.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:27.5.1-27.5.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。