§27.5.1ὅτι Περσεὺς πυνθανόμενος ἔτι τινὰς τῶν ἐν τῇ Βοιωτίᾳ πόλεις ἀντέχεσθαι τῆς πρὸς αὐτὸν εὐνοίας, Ἀντίγονον ἐξαπέστειλε τὸν Ἀλεξάνδρου πρεσβευτήν.
That Perseus, on learning that some of the cities in Boeotia still maintained their goodwill towards him, dispatched Antigonus, the son of Alexander, as ambassador.
§27.5.2ὃς καὶ παραγενόμενος εἰς Βοιωτοὺς τὰς μὲν ἄλλας πόλεις παρῆκε διὰ τὸ μηδεμίαν ἀφορμὴν λαμβάνειν ἐπιπλοκῆς, §27.5.3εἰς δὲ Κορώνειαν καὶ Θίσβας, ἔτι δʼ Ἁλίαρτον εἰσελθὼν παρεκάλεσε τοὺς ἀνθρώπους ἀντέχεσθαι τῆς πρὸς Μακεδόνας εὐνοίας.
And he, having arrived among the Boeotians, passed by the other cities because he found no opportunity for communication, but having entered Coronea and Thisbe, and also Haliartus, he exhorted the people to maintain their goodwill towards the Macedonians.
§27.5.4τῶν δὲ προθύμως ἀποδεχομένων τὰ λεγόμενα καὶ πρεσβευτὰς ψηφισαμένων πέμπειν εἰς Μακεδονίαν, οὗτος μὲν ἀπέπλευσε καὶ συμμίξας τῷ βασιλεῖ διεσάφει τὰ κατὰ τὴν Βοιωτίαν.
And when they eagerly accepted his words and voted to send ambassadors to Macedonia, he sailed away and, meeting the king, reported the situation in Boeotia.
§27.5.5παραγενομένων δὲ καὶ τῶν πρεσβευτῶν μετʼ ὀλίγον καὶ παρακαλούντων βοήθειαν ἐκπέμψαι ταῖς πόλεσι ταῖς αἱρουμέναις τὰ Μακεδόνων· §27.5.6τοὺς γὰρ Θηβαίους βαρεῖς ὄντας ἐπικεῖσθαι καὶ παρενοχλεῖν αὐτοὺς διὰ τὸ μὴ βούλεσθαι συμφρονεῖν σφίσιν μηδʼ αἱρεῖσθαι τὰ Ῥωμαίων·
When the ambassadors also arrived shortly after and requested him to send aid to the cities that chose the cause of the Macedonians, for they said that the Thebans were bearing heavily upon them and harassing them because they refused to be of one mind with them or to choose the cause of the Romans.
§27.5.7ἅπερ ὁ Περσεὺς διακούσας βοήθειαν μὲν οὐδαμῶς ἔφη δύνασθαι πέμπειν οὐδενὶ διὰ τὰς ἀνοχάς, §27.5.8καθόλου δʼ αὐτοὺς παρεκάλει Θηβαίους μὲν ἀμύνασθαι κατὰ δύναμιν, Ῥωμαίοις δὲ μὴ πολεμεῖν, ἀλλὰ τὴν ἡσυχίαν ἔχειν. —
Perseus, having heard them out, said that he was by no means able to send aid to anyone because of the armistice, but on the whole he exhorted them to defend themselves against the Thebans to the best of their power, but not to make war on the Romans, but to remain quiet.