Humanitext Reader

波利比奥斯 · 历史 §27.4.1-27.4.10

珀尔修斯向罗得岛派遣使节遭拒

第 1076 段,共 1311 段 · 希腊语

内容简介

珀尔修斯向希腊各邦及罗得岛派遣信使和使节,请求他们保持中立并在罗马人违约时进行调解。罗得人虽然热情接待了使节,但因亲罗马的立场而拒绝了其请求。

§27.4.1ὅτι Περσεὺς μετὰ τὸν σύλλογον τὸν πρὸς τοὺς Ῥωμαίους, τῶν Ἑλλήνων, πάντα τὰ δίκαια κατέταττεν εἰς τὴν ἐπιστολὴν καὶ τοὺς ὑφʼ ἑκατέρων ῥηθέντας λόγους, §27.4.2ἅμα μὲν ὑπολαμβάνων ὑπερδέξιος φανήσεσθαι τοῖς δικαίοις, ἅμα δὲ βουλόμενος ἀπόπειραν λαμβάνειν τῆς ἑκάστων προαιρέσεως.
珀尔修斯与罗马人会谈后,在写给希腊人的书信中,阐明了自己所有的正当主张以及双方发表的言论,这一方面是认为自己在正义上会显得占优,另一方面也是想借此试探各城邦的意图。
§27.4.3πρὸς μὲν οὖν τοὺς ἄλλους διʼ αὐτῶν τῶν γραμματοφόρων ἔπεμπε τὰς ἐπιστολάς, εἰς δὲ τὴν Ῥόδον καὶ πρεσβευτὰς συναπέστειλεν Ἀντήνορα καὶ Φίλιππον.
于是,对于其他人,他是通过信使本人寄送书信的,但对于罗得岛,他还共同派遣了安特诺尔和菲利普作为使节。
§27.4.4οἳ καὶ παραγενηθέντες τὰ γεγραμμένα τοῖς ἄρχουσιν ἀπέδωκαν· καὶ μετά τινας ἡμέρας ἐπελθόντες ἐπὶ τὴν βουλὴν παρεκάλουν τοὺς Ῥοδίους κατὰ μὲν τὸ παρὸν ἡσυχίαν ἔχειν, ἀποθεωροῦντας τὸ γινόμενον· §27.4.5ἐὰν δὲ Ῥωμαῖοι παρὰ τὰς συνθήκας ἐγχειρῶσι τὰς χεῖρας ἐπιβάλλειν τῷ Περσεῖ καὶ Μακεδόσιν, πειρᾶσθαι διαλύειν.
他们抵达后,将书信交给了执政官们;几天后,他们出席了议会,劝告罗得人目前保持静观,密切关注事态的发展;并且,如果罗马人违反条约,企图对珀尔修斯和马其顿人动手,罗得人应尝试进行调解。
§27.4.6τοῦτο γὰρ πᾶσι μὲν συμφέρειν, πρέπειν δὲ μάλιστα Ῥοδίοις.
因为这不仅对所有人都有利,而且尤其适合罗得人。
§27.4.7ὅσῳ γὰρ πλεῖον ὀρέγονται τῆς ἰσηγορίας καὶ παρρησίας καὶ διατελοῦσι προστατοῦντες οὐ μόνον τῆς αὑτῶν ἀλλὰ καὶ τῆς τῶν ἄλλων Ἑλλήμων ἐλευθερίας, τοσούτῳ καὶ τὴν ἐναντίαν προαίρεσιν μάλιστα δεῖν αὐτοὺς προορᾶσθαι καὶ φυλάττεσθαι κατὰ δύναμιν.
因为他们越是追求法律面前的平等与言论自由,并持续捍卫不仅是他们自己、还有其他希腊人的自由,就越是应当极力预见相反的图谋,并尽力防范。
§27.4.8ταῦτα καὶ τούτοις παραπλήσια διαλεχθέντων τῶν πρέσβεων, ἤρεσκε μὲν ἅπασι τὰ λεγόμενα· §27.4.9προκατεχόμενοι δὲ τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ, καὶ νικῶντος αὐτοῖς τοῦ βελτίονος, τἄλλα μὲν ἀπεδέξαντο φιλανθρώπως τοὺς πρεσβευτάς, ἠξίουν δὲ τὸν Περσέα διὰ τῆς ἀποκρίσεως εἰς μηδὲν αὑτοὺς παρακαλεῖν τοιοῦτον ἐξ οὗ φανήσονται πρὸς τὴν Ῥωμαίων ἀντιπράττοντες βούλησιν.
使节们发表了这些及类似的言论后,所说的话博得了所有人的赞同;但由于他们已被对罗马人的好意所占据,且更贤明的策略在他们之中占据了上风,因此他们虽然在其他方面热情地接待了使节,却在答复中要求珀尔修斯不要促使他们做任何会显得违背罗马人意愿的事。
§27.4.10οἱ δὲ περὶ τὸν Ἀντήνορα τὴν μὲν ἀπόκρισιν οὐκ ἔλαβον, τὴν δὲ λοιπὴν φιλανθρωπίαν ἀποδεξάμενοι τὴν Ῥοδίων ἀπέπλευσαν εἰς τὴν Μακεδονίαν. —
而安特诺尔一行虽未能获得满意的答复,但在接受了罗得人其余的盛情款待后,便启航返回了马其顿。

词汇与语法注释

  1. 27.4.1τῶν Ἑλλήμων — 该属格为宾格性属格,修饰后文的 ἐπιστολήν(书信),意为“写给希腊人的书信”。虽然由于紧跟在主语 Περσεὺς 之后而使修饰关系显得不够明晰,但从向其他希腊城邦寄送信件的上下文可以理解。
  2. 27.4.5πειρᾶσθαι — 该不定式与 §27.4.4 中的 ἔχειν 并列,均由 παρεκάλουν(劝告)支配,并在条件从句 ἐὰν δὲ ... ἐγχειρῶσι 中充当主句(归结句)的角色,表示劝告的具体内容。
  3. 27.4.7δεῖν — 间接引语中的不定式,用于转述使节们的主张。它由前面的 §27.4.4 中的 παρεκάλουν(他们劝告)或上下文暗示的言说动词所引导,其逻辑主语为后文的 αὐτούς(罗得人)。
  4. 27.4.9νικῶντος αὐτοῖς τοῦ βελτίονος — 属格绝对(独立分词)结构。其中的 αὐτοῖς 是表示关系或利害的与格(“对他们而言”或“在他们之中”)。τοῦ βελτίονος 是中性单数名词化表达,意为“更贤明的策略(或更佳的党派)”占据了上风。

引用这一段

波利比奥斯, 历史 §27.4.1-27.4.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:27.4.1-27.4.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。