§27.6.1ὅτι οἱ Ῥωμαῖοι τῶν ἀπὸ τῆς Ἀσίας παραγεγονότων πρεσβευτῶν διακούσαντες τά τε κατὰ τὴν Ῥόδον καὶ τὰ κατὰ τὰς ἄλλας πόλεις προσεκαλέσαντο τοὺς παρὰ τοῦ Περσέως πρεσβευτάς.
罗马人在听取了从亚洲抵达的使节关于罗得斯及其他城市的情况后,召集了来自珀尔修斯的使节之事。
§27.6.2οἱ δὲ περὶ τὸν Σόλωνα καὶ τὸν Ἱππίαν ἐπειρῶντο μὲν καὶ περὶ τῶν ὅλων λέγειν τι καὶ παραιτεῖσθαι τὴν σύγκλητον· τὸ δὲ πλέον ἀπελογοῦντο περὶ τῆς ἐπιβουλῆς τῆς κατὰ τὸν Εὐμένη.
索隆和希皮亚斯等人虽然试图就整体局势陈述意见并向元老院求情,但他们的大部分精力都放在了为针对欧墨尼斯的阴谋进行辩护上。
ληξάντων δὲ τῆς δικαιολογίας αὐτῶν, §27.6.3πάλαι προδιειληφότες ὑπὲρ τοῦ πολεμεῖν προσέταξαν αὐτοῖς ἐκ μὲν τῆς Ῥώμης εὐθέως ἀπαλλάττεσθαι καὶ τοῖς ἄλλοις ἅπασιν Μακεδόσιν, ὅσοι παρεπιδημοῦντες ἔτυχον, ἐκ δὲ τῆς Ἰταλίας ἐν τριάκονθʼ ἡμέραις ἐκχωρεῖν.
在他们结束辩护后,早已决定开战的元老院命令他们以及当时碰巧逗留在那里的所有其他马其顿人,立即离开罗马,并在三十天内退出意大利。
§27.6.4μετὰ δὲ ταῦτα τοὺς ὑπάτους ἀνακαλεσάμενοι παρώρμων ἔχεσθαι τοῦ καιροῦ καὶ μὴ καθυστερεῖν. —
此后,他们召见执政官,敦促其把握时机,切勿延误。