§25.4.1ὅτι μετὰ τὴν ἀποστολὴν τῶν ὑπάτων Τεβερίου καὶ Κλαυδίου τὴν πρὸς Ἴστρους καὶ Ἀγρίους ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ τῶν Λυκίων ἥκουσι πρεσβευταῖς,
在执政官提贝里乌斯和克劳狄乌斯被派遣前往伊斯特里亚人和阿格里亚内斯人那里之后,元老院与来自吕基亚人的使节进行了交涉。
§25.4.2ἤδη τῆς θερείας ληγούσης, οἵτινες παρεγένοντο μὲν εἰς τὴν Ῥώμην ἤδη καταπεπολεμημένων τῶν Λυκίων, ἐξαπεστάλησαν δὲ χρόνοις ἱκανοῖς ἀνώτερον.
此时夏天已近尾声,这些使节在吕基亚人已被战争彻底征服之后才抵达罗马,但他们是在相当久之前就被派遣出来的。
§25.4.3οἱ γὰρ Ξάνθιοι, καθʼ ὃν καιρὸν ἔμελλον εἰς τὸν πόλεμον ἐμβαίνειν, ἐξέπεμψαν πρεσβευτὰς εἴς τε τὴν Ἀχαΐαν καὶ τὴν Ῥώμην τοὺς περὶ Νικόστρατον.
因为桑索斯人在即将投入战争的时候,派遣了以尼科斯特拉托斯为首的使节前往亚该亚和罗马。
§25.4.4οἳ τότε παραγενηθέντες εἰς τὴν Ῥώμην πολλοὺς εἰς ἔλεον ἐξεκαλέσαντο τῶν ἐν τῷ συνεδρίῳ, τιθέντες ὑπὸ τὴν ὄψιν τήν τε Ῥοδίων βαρύτητα καὶ τὴν αὑτῶν περίστασιν.
他们当时抵达罗马后,通过将罗德岛人的严酷行径和他们自己的危急处境呈现在众人眼前,激起了元老院中许多人的同情。
§25.4.5καὶ τέλος εἰς τοῦτʼ ἤγαγον τὴν σύγκλητον, ὥστε πέμψαι πρεσβευτὰς εἰς τὴν Ῥόδον τοὺς διασαφήσοντας ὅτι, τῶν ὑπομνηματισμῶν ἀναληφθέντων ὧν οἱ δέκα πρέσβεις ἐποιήσαντο κατὰ τὴν Ἀσίαν, ὅτε τὰ πρὸς Ἀντίοχον ἐχείριζον, εὕρηνται Λύκιοι δεδομένοι Ῥοδίοις οὐκ ἐν δωρεᾷ, τὸ δὲ πλεῖον ὡς φίλοι καὶ σύμμαχοι.
最终,他们使元老院采取行动,派遣使节前往罗德岛,以明确查实:在重新审阅十位专员在亚洲处理安条克事务时所作的备忘录后,发现吕基亚人被给予罗德岛人并非作为礼物,而更多是作为朋友和盟友。
§25.4.6τοιαύτης δὲ γενομένης διαλύσεως, οὐδʼ ὅλως ἤρεσκε πολλοῖς τὸ γεγονός.
尽管达成了这样的解决办法,但这一结果却完全无法令许多人满意。
§25.4.7ἐδόκουν γὰρ οἱ Ῥωμαῖοι τὰ κατὰ τοὺς Ῥοδίους καὶ Λυκίους διαγωνοθετεῖν, θέλοντες ἐκδαπανᾶσθαι τὰς παραθέσεις τῶν Ῥοδίων καὶ τοὺς θησαυρούς,
因为在人们看来,罗马人是在故意操纵罗德岛人与吕基亚人之间的争端,意图消耗掉罗德岛人的储备和财宝。
§25.4.8ἀκηκοότες τήν τε νυμφαγωγίαν τὴν νεωστὶ τῷ Περσεῖ γεγενημένην ὑπʼ αὐτῶν καὶ τὴν ἀνάπειραν τῶν πλοίων.
这是因为他们已经听说,罗德岛人最近为珀尔修斯进行了护送新娘的仪式,并对船只进行了演练。
§25.4.9συνέβαινε γὰρ βραχεῖ χρόνῳ πρότερον ἐπιφανῶς καὶ μεγαλομερῶς ταῖς παρασκευαῖς ἀναπεπειρᾶσθαι τοὺς Ῥοδίους ἅπασι τοῖς σκάφεσι τοῖς ὑπάρχουσιν αὐτοῖς.
因为就在不久前,罗德岛人曾以极高规格和宏大准备,用他们拥有的所有船只进行了一次极为瞩目的机动演练。
§25.4.10καὶ γὰρ ξύλων πλῆθος εἰς ναυπηγίαν ἐδίδοτο παρὰ τοῦ Περσέως τοῖς Ῥοδίοις, καὶ στελγίδα χρυσῆν ἑκάστῳ τῶν ἀφρακτιτῶν ἐδεδώρητο τῶν νεωστὶ νενυμφαγωγηκότων αὐτῷ τὴν Λαοδίκην.
事实上,珀尔修斯向罗德岛人赠送了大量用于造船的木材,并且最近为他护送劳迪丝的无甲板船的每位船员,都获赠了一个黄金刮汗板。