§25.3.1ὅτι Περσεὺς ἀνανεωσάμενος τὴν φιλίαν τὴν πρὸς Ῥωμαίους εὐθέως ἑλληνοκοπεῖν ἐπεβάλετο, κατακαλῶν εἰς τὴν Μακεδονίαν καὶ τοὺς τὰ χρέα φεύγοντας καὶ τοὺς πρὸς καταδίκας ἐκπεπτωκότας καὶ τοὺς ἐπὶ βασιλικοῖς ἐγκλήμασι παρακεχωρηκότας.
珀尔修斯在与罗马人重修旧好之后,立即着手争取希腊人的好感,将那些因债务逃亡的人、因司法判决而被驱逐的人,以及因危害王室罪而流亡的人召回马其顿。
§25.3.2καὶ τούτων ἐξετίθει προγραφὰς εἴς τε Δῆλον καὶ Δελφοὺς καὶ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερόν, διδοὺς οὐ μόνον τὴν ἀσφάλειαν τοῖς καταπορευομένοις, ἀλλὰ καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφʼ ὧν ἕκαστος ἔφυγε.
他还在提洛、德尔斐以及伊托尼亚的雅典娜神庙张贴关于这些人的告示,不仅保证归国者的安全,还允许他们收回各自出逃时留下的财产。
§25.3.3παρέλυσε δὲ καὶ τοὺς ἐν αὐτῇ τῇ Μακεδονίᾳ τῶν βασιλικῶν ὀφειλημάτων, ἀφῆκε δὲ καὶ τοὺς ἐν ταῖς φυλακαῖς ἐγκεκλεισμένους ἐπὶ βασιλικαῖς αἰτίαις.
他还免除了马其顿本土臣民对王室的债务,并释放了因触犯王室罪名而被关押在监狱中的人。
§25.3.4ταῦτα δὲ ποιήσας πολλοὺς ἐμετεώρισε, δοκῶν καλὰς ἐλπίδας ὑποδεικνύναι πᾶσι τοῖς Ἕλλησιν ἐν αὑτῷ.
通过这些举措,他使许多人精神振奋,在所有希腊人面前展现出以他为核心的良好希望。
§25.3.5ἐπέφαινε δὲ καὶ κατὰ τὴν ἐν τῷ λοιπῷ βίῳ προστασίαν τὸ τῆς βασιλείας ἀξίωμα.
他在日常生活的其他行为举止中,也展现出了王者的尊严。
§25.3.6κατά τε γὰρ τὴν ἐπιφάνειαν ἦν ἱκανὸς καὶ πρὸς πᾶσαν σωματικὴν χρείαν τὴν διατείνουσαν εἰς τὸν πραγματικὸν τρόπον εὔθετος, κατά τε τὴν ἐπίφασιν εἶχεν ἐπισκύνιον καὶ τάξιν οὐκ ἀνοίκειον τῆς ἡλικίας.
因为他在仪容上十分出众,且极能适应各种与实际事务相关的体力劳顿,在神态上也显得端庄,具有与其年龄相符的稳重与得体。
§25.3.7ἐπεφεύγει δὲ καὶ τὴν πατρικὴν ἀσέλγειαν τήν τε περὶ τὰς γυναῖκας καὶ τὴν περὶ τοὺς πότους, καὶ οὐ μόνον αὐτὸς μέτριον ἔπινε δειπνῶν, ἀλλὰ καὶ οἱ συνόντες αὐτῷ φίλοι.
他还避开了其父在女人和饮酒方面的放荡行径,不仅自己进餐时饮酒适度,与他交往的朋友们也是如此。
§25.3.8καὶ τὰ μὲν προοίμια τῆς Περσέως ἀρχῆς τοιαύτην εἶχε διάθεσιν.
珀尔修斯统治初期的局面便是这般景象。
—
ὅτι Φίλιππος ὁ βασιλεύς, §25.3.9ὅτε μὲν ηὐξήθη καὶ τὴν κατὰ τῶν Ἑλλήνων ἐξουσίαν ἔλαβε, πάντων ἦν ἀπιστότατος καὶ παρανομώτατος, ὅτε δὲ πάλιν τὰ τῆς τύχης ἀντέπνευσε, πάντων μετριώτατος.
—— 至于国王腓力,当他势力壮大并获得对希腊人的统治权时,他是所有人中最不守信用、最无法无天的人;但当命运之风再度逆转时,他又是所有人中最温和克制的人。
§25.3.10ἐπεὶ δὲ τοῖς ὅλοις πράγμασιν ἔπταισε, πρὸς πᾶν τὸ μέλλον ἁρμοζόμενος ἐπειρᾶτο κατὰ πάντα τρόπον σωματοποιεῖν τὴν αὑτοῦ βασιλείαν.
自从他在全局事务上遭到挫折后,他便顺应未来的一切变化,力图用尽一切办法来巩固自己的王国。