§24.11.1ὅτι Φιλοποίμενα καὶ Ἀρίσταινον τοὺς Ἀχαιοὺς συνέβη οὔτε τὴν φύσιν ὁμοίαν σχεῖν οὔτε τὴν αἵρεσιν τῆς πολιτείας.
至于阿卡亚人菲洛皮门和阿里斯泰努斯,他们的天性与政治方针皆不相同。
§24.11.2ἦν γὰρ ὁ μὲν Φιλοποίμην εὖ πεφυκὼς πρὸς τὰς πολεμικὰς χρείας καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν, ὁ δʼ ἕτερος πρὸς τὰ πολιτικὰ τῶν διαβουλίων.
因为菲洛皮门无论在身体上还是在精神上,都天生适合军事事务,而另一位则适合政治协商。
§24.11.3τῇ δʼ αἱρέσει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων.
他们在政治方针上存在如下的分歧。
τῆς γὰρ Ῥωμαίων ὑπεροχῆς ἤδη τοῖς Ἑλληνικοῖς πράγμασιν ἐμπλεκομένης ὁλοσχερῶς κατά τε τοὺς Φιλιππικοὺς καὶ τοὺς Ἀντιοχικοὺς καιρούς, §24.11.4ὁ μὲν Ἀρίσταινος ἦγε τὴν ἀγωγὴν τῆς πολιτείας οὕτως ὥστε πᾶν τὸ πρόσφορον Ῥωμαίοις ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν ἢ προστάξαι ʼκείνους.
因为在腓力和安条克的时代,罗马人的霸权已经完全卷入了希腊的事务之中,一方面,阿里斯泰努斯如此引导国家政务,以至于随时准备做好一切有利于罗马人的事,有些事甚至在他们命令之前就做好了。
§24.11.5ἐπειρᾶτο μέντοι γε τῶν νόμων ἔχεσθαι δοκεῖν καὶ τὴν τοιαύτην ἐφείλκετο φαντασίαν, εἴκων, ὁπότε τούτων ἀντιπίπτοι τις προδήλως τοῖς ὑπὸ Ῥωμαίων γραφομένοις.
然而,他力图表现得遵守法律并维持这种表象,但每当这些法律与罗马人所写下的规定发生明显冲突时,他就会妥协。
§24.11.6ὁ δὲ Φιλοποίμην, ὅσα μὲν εἴη τῶν παρακαλουμένων ἀκόλουθα τοῖς νόμοις καὶ τῇ συμμαχίᾳ, πάντα συγκατῄνει καὶ συνέπραττεν ἀπροφασίστως, §24.11.7ὅσα δὲ τούτων ἐκτὸς ἐπιτάττοιεν, οὐχ οἷός τʼ ἦν ἐθελοντὴν συνυπακούειν, ἀλλὰ τὰς μὲν ἀρχὰς ἔφη δεῖν δικαιολογεῖσθαι, μετὰ δὲ ταῦτα πάλιν ἀξιοῦν· §24.11.8εἰ δὲ μηδʼ οὕτως πείθοιεν, τέλος οἷον ἐπιμαρτυρομένους εἴκειν καὶ τότε ποιεῖν τὸ παραγγελλόμενον.
另一方面,菲洛皮门对于那些符合法律和盟约的要求,全都予以赞同并毫不推托地协助执行;但对于这些范围之外的命令,他无法自愿顺从,而是说,起初应当进行申辩,之后应当再次提出请求;如果这样仍不能说服他们,最后便如同呼吁见证人般妥协,在那时才去执行被命令的事。
—
—