Humanitext Reader

波利比奥斯 · 历史 §24.10.1-24.10.15

罗马支持亲罗派与卡利克拉特斯当选将军

第 1059 段,共 1311 段 · 希腊语

内容简介

罗马元老院在听取卡利克拉特斯和流亡者的陈述后,确立了扶植亲罗派、压制反对派的方针,这标志着阿卡亚同盟衰落的开始。卡利克拉特斯回国后通过欺骗手段当选将军,并召回了流亡者。

§24.10.1ὁ μὲν οὖν Καλλικράτης ταῦτα καὶ τοιαῦτʼ εἰπὼν ἀπῆλθεν.
卡利克拉特斯说完这些及类似的话后便退下了。
§24.10.2οἱ φυγάδες δʼ ἐπεισελθόντες καὶ βραχέα περὶ αὑτῶν διδάξαντες καί τινα τῶν πρὸς τὸν κοινὸν ἔλεον εἰπόντες ἀνεχώρησαν.
随后,流亡者们进来,简要地说明了他们的情况,并说了一些博取普遍同情的话,然后退了出去。
§24.10.3ἡ δὲ σύγκλητος δόξασα τὸν Καλλικράτην λέγειν τι τῶν αὐτῇ συμφερόντων καὶ διδαχθεῖσα διότι δεῖ τοὺς μὲν τοῖς αὐτῆς δόγμασιν συνηγοροῦντας αὔξειν, τοὺς δʼ ἀντιλέγοντας ταπεινοῦν, §24.10.4οὕτως καὶ τότε πρῶτον ἐπεβάλετο τοὺς μὲν κατὰ τὸ βέλτιστον ἱσταμένους ἐν τοῖς ἰδίοις πολιτεύμασιν ἐλαττοῦν, τοὺς δὲ καὶ δικαίως καὶ ἀδίκως §24.10.5προστρέχοντας αὐτῇ σωματοποιεῖν.
元老院认为卡利克拉特斯所言符合其自身利益,并明白应当扶植那些支持元老院决议的人,而压制那些表示反对的人,于是,就在那时,元老院首次着手削弱那些在各自国家中坚持最善立场的人,而无论正当与否,扶植那些向其求助的人。
ἐξ ὧν αὐτῇ συνέβη κατὰ βραχύ, τοῦ χρόνου προβαίνοντος, κολάκων μὲν εὐπορεῖν, φίλων δὲ σπανίζειν ἀληθινῶν.
由此,随着时间的推移,元老院渐渐变得阿谀奉承之徒充斥,而真正的朋友却寥寥无几。
§24.10.6οὐ μὴν ἀλλὰ τότε περὶ μὲν τῆς καθόδου τῶν φυγάδων οὐ μόνον τοῖς Ἀχαιοῖς ἔγραψε, παρακαλοῦσα συνεπισχύειν, ἀλλὰ καὶ τοῖς Αἰτωλοῖς καὶ τοῖς Ἠπειρώταις, σὺν δὲ τούτοις Ἀθηναίοις, Βοιωτοῖς, Ἀκαρνᾶσιν, πάντας ὡσανεὶ προσδιαμαρτυρομένη χάριν τοῦ συντρῖψαι τοὺς Ἀχαιούς.
尽管如此,元老院当时不仅给阿卡亚人写信要求其协助召回流亡者,还写信给埃托利亚人、伊庇鲁斯人,以及雅典人、波奥蒂亚人和阿卡纳尼亚人,仿佛在向所有人发出呼吁,意图彻底击碎阿卡亚人。
§24.10.7περὶ δὲ τοῦ Καλλικράτους αὐτοῦ κατʼ ἰδίαν παρασιωπήσασα τοὺς συμπρεσβευτὰς κατέταξεν εἰς τὴν ἀπόκρισιν διότι δεῖ τοιούτους ὑπάρχειν ἐν τοῖς πολιτεύμασιν ἄνδρας οἷός ἐστι Καλλικράτης.
至于卡利克拉特斯本人,元老院对他的同僚使节们私下里保持沉默,却在官方答复中写道,各城邦的政界应当有像卡利克拉特斯这样的人存在。
§24.10.8ὁ δὲ προειρημένος ἔχων τὰς ἀποκρίσεις ταύτας παρῆν εἰς τὴν Ἑλλάδα περιχαρής, οὐκ εἰδὼς ὅτι μεγάλων κακῶν ἀρχηγὸς γέγονε πᾶσι μὲν τοῖς Ἕλλησι, μάλιστα δὲ τοῖς Ἀχαιοῖς.
前述的卡利克拉特斯怀揣着这些答复,满心欢喜地回到希腊,浑然不知自己已成为所有希腊人、尤其是阿卡亚人巨大灾难的始作俑者。
§24.10.9ἔτι γὰρ τούτοις ἐξῆν καὶ κατʼ ἐκείνους τοὺς χρόνους κατὰ ποσὸν ἰσολογίαν ἔχειν πρὸς Ῥωμαίους διὰ τὸ τετηρηκέναι τὴν πίστιν ἐν τοῖς ἐπιφανεστάτοις καιροῖς, ἐξ οὗ τὰ Ῥωμαίων εἵλοντο, λέγω δὲ τοῖς κατὰ Φίλιππον καὶ Ἀντίοχον,
因为即便在那个时候,他们依然有可能在某种程度上与罗马人保持平等的发言权,因为自他们选择站在罗马人一边以来,在最关键的时刻——我指的是在针对腓力及安条克的战争期间——他们始终坚守了信义。
§24.10.10οὕτω δὲ τοῦ τῶν Ἀχαιῶν ἔθνους ηὐξημένου καὶ προκοπὴν εἰληφότος κατὰ τὸ βέλτιστον ἀφʼ ὧν ἡμεῖς ἱστοροῦμεν χρόνων, αὕτη πάλιν ἀρχὴ τῆς ἐπὶ τὸ χεῖρον ἐγένετο μεταβολῆς, τὸ Καλλικράτους θράσος
尽管阿卡亚同盟自我们记述的时代起就不断壮大并朝着最完美的局势发展,但这却再次成为了恶化的转变起点——即卡利克拉特斯的大胆无视。
§24.10.11Ῥωμαῖοι ὄντες ἄνθρωποι καὶ ψυχῇ χρώμενοι λαμπρᾷ καὶ προαιρέσει καλῇ πάντας μὲν ἐλεοῦσι τοὺς ἐπταικότας καὶ πᾶσι πειρῶνται χαρίζεσθαι τοῖς καταφεύγουσιν ὡς αὐτούς· §24.10.12ὅταν μέντοι γέ τις ὑπέμνησε τῶν δικαίων, τετηρηκὼς τὴν πίστιν, ἀνατρέχουσι καὶ διορθοῦνται σφᾶς αὐτοὺς κατὰ δύναμιν ἐν τοῖς πλείστοις.
罗马人作为凡人,因怀有高尚的心灵和美好的意图,怜悯所有受挫之人,并力图施惠于所有投奔他们避难的人;然而,一旦有人在坚守信义的同时提醒他们什么是公正,他们便会回心转意,并在大多数情况下竭尽所能地纠正自己。
§24.10.13ὁ δὲ Καλλικράτης πρεσβεύσας κατὰ τοὺς ἐνεστῶτας καιροὺς εἰς τὴν Ῥώμην χάριν τοῦ λέγειν τὰ δίκαια περὶ τῶν Ἀχαιῶν, χρησάμενος κατὰ τοὐναντίον τοῖς πράγμασιν καὶ συνεπισπασάμενος τὰ κατὰ Μεσσηνίους, ὑπὲρ ὧν οὐδʼ ἐνεκάλουν Ῥωμαῖοι, παρῆν εἰς Ἀχαΐαν προσανατεινόμενος τὸν ἀπὸ Ῥωμαίων φόβον· §24.10.14καὶ διὰ τὴν ἀποπρεσβείαν καταπληξάμενος καὶ συντρίψας τοὺς ὄχλους διὰ τὸ μηδὲν εἰδέναι τῶν ὑπʼ αὐτοῦ κατʼ ἀλήθειαν εἰρημένων ἐν τῇ συγκλήτῳ τοὺς πολλούς, πρῶτον μὲν ᾑρέθη στρατηγός, πρὸς τοῖς ἄλλοις κακοῖς καὶ δωροδοκηθείς, §24.10.15ἑξῆς δὲ τούτοις παραλαβὼν τὴν ἀρχὴν κατῆγε τοὺς ἐκ τῆς Λακεδαίμονος καὶ τοὺς ἐκ τῆς Μεσσήνης φυγάδας.
可是,卡利克拉特斯在当时为了替阿卡亚人据理力争而前往罗马出使,却反其道而行之,甚至把罗马人本没有指控的美塞尼亚人的事务也强拉进来,回到阿卡亚后便用罗马人的恐惧进行威逼;他通过这次破坏性的出使恐吓并击垮了民众,因为大多数人对他元老院中实际说了什么一无所知,他首先当选了将军,在其他恶行之外还收受了贿赂;紧接着,他在接管政权后,便召回了来自拉刻代蒙和美塞尼亚的流亡者。

词汇与语法注释

  1. §24.10.4ἐπεβάλετο — 动词 ἐπεβάλετο(企图、着手)支配了两个补充性不定式:紧随其后的 ἐλαττοῦν(削弱)和位于 §24.10.5 的 σωματοποιεῖν(扶植、赋予势力)。
  2. §24.10.10τὸ Καλλικράτους θράσος — 在语法上这是一个破格(anacoluthon),既可视为与前面的指示代词 αὕτη(这)同格,也可视为该句的逻辑主语。采用主格是为了强调“卡利克拉特斯的大胆”是导致阿卡亚同盟衰落的根本原因。

引用这一段

波利比奥斯, 历史 §24.10.1-24.10.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:24.10.1-24.10.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。