§23.3.1μετὰ δὲ τούτους εἰσῆλθον οἱ παρʼ Εὐμένους πρέσβεις καὶ περί τε τῆς βοηθείας τῆς ἀποσταλείσης ὑπὸ τοῦ Φιλίππου τῷ Προυσίᾳ κατηγόρησαν καὶ περὶ τῶν ἐπὶ Θρᾴκης τόπων, φάσκοντες οὐδʼ ἔτι καὶ νῦν αὐτὸν ἐξαγηοχέναι τὰς φρουρὰς ἐκ τῶν πόλεων.
在他们之后,欧墨尼斯派遣的使者们进来了,他们既就菲利普给普鲁西阿斯送去援助一意提出控告,又就色雷斯的地方提出控告,声称直到现在菲利普也未从这些城市撤走守备队。
§23.3.2τοῦ δὲ Φιλοκλέους ὑπὲρ τούτων βουληθέντος ἀπολογεῖσθαι διὰ τὸ καὶ πρὸς τὸν Προυσίαν πεπρεσβευκέναι καὶ τότε περὶ τούτων ἐξαπεστάλθαι πρὸς τὴν σύγκλητον ὑπὸ τοῦ Φιλίππου, §23.3.3βραχύν τινα χρόνον ἡ σύγκλητος ἐπιδεξαμένη τοὺς λόγους ἔδωκεν ἀπόκρισιν διότι, τῶν ἐπὶ Θρᾴκης τόπων ἐὰν μὴ καταλάβωσιν οἱ πρεσβευταὶ πάντα διῳκημένα κατὰ τὴν τῆς συγκλήτου γνώμην καὶ πάσας τὰς πόλεις εἰς τὴν Εὐμένους πίστιν ἐγκεχειρισμένας, οὐκέτι δυνήσεται φέρειν οὐδὲ καρτερεῖν παρακουομένη περὶ τούτων.
由于菲洛克莱斯希望就这些事进行辩护(因为他曾作为使者前往普鲁西阿斯处,且当时正被菲利普派往元老院处理这些事务),元老院在听取了他的发言片刻后,给出了答复:关于色雷斯的地方,除非使者们发现一切都已按照元老院的意愿处理完毕,且所有的城市都已移交给欧墨尼斯的信托,否则在这些事情上被无视,元老院将无法再容忍和忍耐下去。
§23.3.4καὶ τῆς μὲν Φιλίππου καὶ Ῥωμαίων παρατριβῆς ἐπὶ πολὺ προβαινούσης ἐπίστασις ἐγενήθη κατὰ τὸ παρὸν διὰ τὴν τοῦ Δημητρίου παρουσίαν·
菲利普与罗马人之间的摩擦虽然已经发展了很久,但目前由于德米特里乌斯的在场,暂时出现了停顿。
§23.3.5πρὸς μέντοι γε τὴν καθόλου τῆς οἰκίας ἀτυχίαν οὐ μικρὰ συνέβη τὴν εἰς τὴν Ῥώμην τοῦ νεανίσκου πρεσβείαν συμβαλέσθαι.
然而,这位年轻人的罗马之行,对该王室的整体不幸起到了不小的推波助澜作用。
§23.3.6ἥ τε γὰρ σύγκλητος ἀπερεισαμένη τὴν χάριν ἐπὶ τὸν Δημήτριον ἐμετεώρισε μὲν τὸ μειράκιον, ἐλύπησε δὲ καὶ τὸν Περσέα καὶ τὸν Φίλιππον ἰσχυρῶς τῷ δοκεῖν μὴ διʼ αὐτούς, ἀλλὰ διὰ Δημήτριον τυγχάνειν τῆς παρὰ Ῥωμαίων φιλανθρωπίας.
因为元老院将恩惠归于德米特里乌斯,使这个年轻人得意忘形,但也让斐修斯和菲利普极为痛苦,因为在他们看来,获得罗马人的友善对待并不是因为他们自己,而是因为德米特里乌斯。
§23.3.7ὅ τε Τίτος ἐκκαλεσάμενος τὸ μειράκιον καὶ προβιβάσας εἰς λόγους ἀπορρήτους, οὐκ ὀλίγα συνεβάλετο πρὸς τὴν αὐτὴν ὑπόθεσιν.
提图斯也把这个年轻人召来,诱导他进行秘密谈话,对同一事态的发展贡献不小。
§23.3.8τόν τε γὰρ νεανίσκον ἐψυχαγώγησεν, ὡς αὐτίκα μάλα συγκατασκευασόντων αὐτῷ Ῥωμαίων τὴν βασιλείαν, τούς τε περὶ τὸν Φίλιππον ἠρέθισε, γράψας ἐξ αὐτῆς τὸν Δημήτριον ἀποστέλλειν πάλιν εἰς τὴν Ῥώμην μετὰ τῶν φίλων ὡς πλείστων καὶ χρησιμωτάτων.
因为他一方面蛊惑这个年轻人,声称罗马人很快就会帮他夺得王位,另一方面又给菲利普写信,要求他立即派遣德米特里乌斯带着尽可能多且有用的朋友再次前往罗马,从而激怒了菲利普及其周围的人。
§23.3.9ταύταις γὰρ ταῖς ἀφορμαῖς χρησάμενος ὁ Περσεὺς μετʼ ὀλίγον ἔπεισε τὸν πατέρα συγκαταθέσθαι τῷ Δημητρίου θανάτῳ.
斐修斯正是利用这些借口,不久之后便说服了父亲同意处死德米特里乌斯。
§23.3.10περὶ μὲν οὖν τούτων ὡς ἐχειρίσθη τὰ κατὰ
关于这些事情,当时的处理情况是……