Humanitext Reader

波利比奥斯 · 历史 §23.5.1-23.5.18

德伊诺克拉特斯的图谋与菲洛波伊门的拒绝

第 1036 段,共 1311 段 · 希腊语

内容简介

麦塞内使者德伊诺克拉特斯寄希望于利用与提图斯的私交解决麦塞内问题,但他个人的政治无能与轻浮性格在过程中暴露无遗。当提图斯要求阿开亚人召集大会时,菲洛波伊门等人依法要求其提供书面议程,提图斯因无能为力而放弃,致使德伊诺克拉特斯等人的图谋彻底落空。

§23.5.1ὅτι Δεινοκράτης ὁ Μεσσήνιος παραγενόμενος εἰς τὴν Ῥώμην πρεσβευτὴς καὶ καταλαβὼν τὸν Τίτον πρεσβευτὴν καθεσταμένον ὑπὸ τῆς συγκλήτου πρός τε Προυσίαν καὶ τὸν Σέλευκον, περιχαρὴς ἐγενήθη, νομίζων τὸν Τίτον διά τε τὴν πρὸς αὐτὸν φιλίαν — §23.5.2ἐγεγόνει γὰρ αὐτῷ συνήθης κατὰ τὸν Λακωνικὸν πόλεμον — καὶ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα διαφοράν, παραγενόμενον εἰς τὴν Ἑλλάδα, χειριεῖν τὰ κατὰ τὴν Μεσσήνην πάντα κατὰ τὴν αὐτοῦ προαίρεσιν.
麦塞内人德伊诺克拉特斯作为使者来到罗马,发现提图斯已被元老院任命为前往普鲁西阿斯和塞琉古处的使者,因而大为欣喜,他认为提图斯不仅由于与他的友谊—— 因为在拉科尼亚战争期间他已与提图斯结下私交——而且由于提图斯与菲洛波伊门之间的不和,一旦提图斯抵达希腊,便会完全按照德伊诺克拉特斯本人的意愿来处理有关麦塞内的一切事务。
§23.5.3διὸ καὶ παρεὶς τἄλλα προσεκαρτέρει τῷ Τίτῳ καὶ πάσας εἰς τοῦτον ἀπηρείσατο τὰς ἐλπίδας.
因此,他搁下其他事务,紧随提图斯,并将所有的希望都寄托在提图斯身上。
§23.5.4ὅτι Δεινοκράτης ὁ Μεσσήνιος ἦν οὐ μόνον κατὰ τὴν τριβήν, ἀλλὰ καὶ κατὰ τὴν φύσιν αὐλικὸς καὶ στρατιωτικὸς ἄνθρωπος.
— 麦塞内人德伊诺克拉特斯不仅在阅历上,而且在天性上,都是一个适合朝廷和军旅的人。
§23.5.5τὸν δὲ πραγματικὸν τρόπον ἐπέφαινε μὲν τέλειον, ἦν δὲ ψευδεπίγραφος καὶ ῥωπικός.
尽管他在务实能力上表现得无懈可击,但实际上却是名不副实、虚而不实的。
§23.5.6ἔν τε γὰρ τοῖς πολεμικοῖς κατὰ μὲν τὴν εὐχέρειαν καὶ τὴν τόλμαν πολὺ διέφερε τῶν ἄλλων καὶ λαμπρὸς ἦν ἐν τοῖς κατʼ ἰδίαν κινδύνοις.
因为在军事事务中,就敏捷和胆识而言,他远超旁人,在面临个人危险时表现得十分耀眼。
§23.5.7ὁμοίως δὲ καὶ κατὰ τὴν ἄλλην διάθεσιν ἐν μὲν ταῖς ὁμιλίαις εὔχαρις καὶ πρόχειρος ἦν, παρά τε τὰς συνουσίας εὐτράπελος καὶ πολιτικός, ἅμα δὲ τούτοις φιλέραστος, §23.5.8περὶ δὲ κοινῶν ἢ πολιτικῶν πραγμάτων ἀτενίσαι καὶ προϊδέσθαι τὸ μέλλον ἀσφαλῶς, ἔτι δὲ παρασκευάσασθαι καὶ διαλεχθῆναι πρὸς πλῆθος, εἰς τέλος ἀδύνατος.
同样,在其他性情方面,他在交谈中和蔼可亲、对答如流,在聚会中诙谐风趣、举止文雅,同时他又十分多情,然而,在关乎公共或政治事务上,要凝神审视并稳妥地预见未来,乃至做好准备向大众演说,他则完全无能。
§23.5.9καὶ τότε κεκινηκὼς ἀρχὴν μεγάλων κακῶν τῇ πατρίδι, τελείως οὐδὲν ᾤετο ποιεῖν, ἀλλὰ τὴν αὐτὴν ἀγωγὴν ἦγε τοῦ βίου, προορώμενος οὐδὲν τῶν μελλόντων, ἐρῶν δὲ καὶ κωθωνιζόμενος ἀφʼ ἡμέρας καὶ τοῖς ἀκροάμασι τὰς ἀκοὰς ἀνατεθεικώς.
即使在当时,他已为祖国招致了巨大灾难的开端,却自以为完全没做什么,依然过着同样的生活方式,对未来不作任何预见,只是沉溺于情爱,白日起便开怀畅饮,将双耳倾注于歌乐之中。
§23.5.10βραχεῖαν δέ τινα τῆς περιστάσεως ἔμφασιν ὁ Τίτος αὐτὸν ἠνάγκασε λαβεῖν.
然而,提图斯还是迫使他对自己所处的处境产生了一点点认识。
§23.5.11ἰδὼν γὰρ αὐτὸν παρὰ πότον ἐν μακροῖς ἱματίοις ὀρχούμενον, παρʼ αὐτὰ μὲν ἐσιώπησε, τῇ δʼ αὔριον ἐντυγχάνοντος αὐτοῦ καί τι περὶ τῆς πατρίδος ἀξιοῦντος" §23.5.12ἐγὼ μέν, ὦ Δεινοκράτη, πᾶν" ἔφη "ποιήσω τὸ δυνατόν· ἐπὶ δὲ σοῦ θαυμάζω πῶς δύνῃ παρὰ πότον ὀρχεῖσθαι, τηλικούτων πραγμάτων ἀρχὴν κεκινηκὼς ἐν τοῖς Ἕλλησιν.
因为提图斯看到他在宴席上身着长袍起舞,当时固然保持了沉默,但到了第二天,当他前来拜访并为祖国提出某种要求时,提图斯说道: “德伊诺克拉特斯啊,我当然会尽一切可能去做;但对于你,我感到惊讶的是,你如何在希腊人中挑起了如此重大事端的开端,却还能在宴席上翩翩起舞。
§23.5.13"ἐδόκει δὲ τότε βραχύ τι συσταλῆναι καὶ μαθεῖν ὡς ἀνοίκειον ὑπόθεσιν τῆς ἰδίας αἱρέσεως καὶ φύσεως ἀποδέδωκε.
” 这时,他似乎有些羞愧,并意识到自己扮演了一个与自己的选择和本性毫不相称的角色。
§23.5.14πλὴν τότε παρῆν εἰς τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου πεπεισμένος ἐξ ἐφόδου τὰ κατὰ τὴν Μεσσήνην χειρισθήσεσθαι κατὰ τὴν αὑτοῦ βούλησιν.
无论如何,当时他随同提图斯来到希腊,确信只要一出手,麦塞内的局势就会完全按照他自己的意愿得到处理。
§23.5.15οἱ δὲ περὶ τὸν Φιλοποίμενα, σαφῶς ἐπεγνωκότες ὅτι περὶ τῶν Ἑλληνικῶν ὁ Τίτος οὐδεμίαν ἐντολὴν ἔχει παρὰ τῆς συγκλήτου, τὴν ἡσυχίαν εἶχον, καραδοκοῦντες αὐτοῦ τὴν παρουσίαν.
而菲洛波伊门一伙,清醒地认识到提图斯并没有从元老院获得任何关于希腊事务的指令,因而保持着静默,密切注视着他的到来。
§23.5.16ἐπεὶ δὲ καταπλεύσας εἰς Ναύπακτον ἔγραψε τῷ στρατηγῷ καὶ τοῖς δαμιουργοῖς τῶν Ἀχαιῶν, κελεύων συνάγειν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, §23.5.17ἀντέγραψαν αὐτῷ διότι ποιήσουσιν, ἂν γράψῃ περὶ τίνων βούλεται διαλεχθῆναι τοῖς Ἀχαιοῖς· τοὺς γὰρ νόμους ταῦτα τοῖς ἄρχουσιν ἐπιτάττειν.
当提图斯驶入瑙帕克图斯并致信给阿开亚人的将军和执政官们,要求他们召集阿开亚人开会时,他们回信给他说,如果他写明自己希望与阿开亚人讨论什么问题,他们就会照办;因为法律正是这样向执政官们规定的。
§23.5.18τοῦ δὲ μὴ τολμῶντος γράφειν, αἱ μὲν τοῦ Δεινοκράτους ἐλπίδες καὶ τῶν ἀρχαίων λεγομένων φυγάδων, τότε δὲ προσφάτως ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων, καὶ συλλήβδην ἡ τοῦ Τίτου παρουσία καὶ προσδοκία τοῦτον τὸν τρόπον διέπεσεν.
既然提图斯不敢写信,德伊诺克拉特斯的希望以及那些所谓的前流亡者(当时新近从拉刻代蒙被驱逐的人)的希望,简言之,提图斯的到来和对他的期望,便以这种方式落了空。

词汇与语法注释

  1. §23.5.2χειριεῖν — 动词 χειρίζω 的将来时不定式,与 νομίζων(§23.5.1)构成带宾格的不定式结构(逻辑主语为 τὸν Τίτον),用以表达对未来的预期。
  2. §23.5.8ἀδύνατος — 形容词 ἀδύνατος(无能的、不可能的)支配其前并列的一系列不定式(ἀτενίσαι, προϊδέσθαι, παρασκευάσασθαι, διαλεχθῆναι)。句法上省略了系动词 ἦν,意为“(他)在做这些事上完全无能”。
  3. §23.5.13συσταλῆναι — 动词 συστέλλω 的无定过去时被动不定式。此处作不及物意,表示“收敛”、“羞愧”或“沮丧”,作为主动词 ἐδόκει 的补足不定式。
  4. §23.5.17διότι — 在古典雅典方言中 διότι 意为“因为”,但在希腊化时期的希腊语中,它经常与 ὅτι(“即、那”)同义,引导作为回复动词(此处为 ἀντέγραψαν)宾语的名词从句。

引用这一段

波利比奥斯, 历史 §23.5.1-23.5.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:23.5.1-23.5.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。