Humanitext Reader

波利比奥斯 · 历史 §23.10.1-23.10.17

腓力晚年遭遇的三大灾祸

第 1041 段,共 1311 段 · 希腊语

内容简介

描写了马其顿国王腓力晚年遭遇的三大灾难(命运的惩罚):因强行迁徙政策引起的民怨、对被处决者遗孤的迫害,以及儿子们之间的骨肉相残。

§23.10.1ὅτι τῷ βασιλεῖ Φιλίππῳ καὶ τῇ συμπάσῃ Μακεδονίᾳ κατὰ τοῦτον τὸν καιρὸν δεινή τις ἀρχὴ κακῶν ἐνέπεσε καὶ πολλῆς ἐπιστάσεως καὶ μνήμης ἀξία.
此时,灾难的恐怖开端降临到国王腓力和整个马其顿,这值得极大的关注和铭记。
§23.10.2καθάπερ γὰρ ἂν εἰ δίκην ἡ τύχη βουλομένη λαβεῖν ἐν καιρῷ παρʼ αὐτοῦ πάντων τῶν ἀσεβημάτων καὶ παρανομημάτων ὧν εἰργάσατο κατὰ τὸν βίον, τότε παρέστησέ τινας ἐρινῦς καὶ ποινὰς καὶ προστροπαίους τῶν διʼ ἐκεῖνον ἠτυχηκότων·
\n 因为,正如命运女神似乎想要在适当的时刻,为他一生中所犯下的一切不敬虔和不法行为向他讨回公道一样,在那时,她将那些因他而遭受不幸之人的复仇女神、惩罚之神以及复仇怨灵安置在他的身边。
§23.10.3οἳ συνόντες αὐτῷ καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν τοιαύτας ἔλαβον παρʼ αὐτοῦ τιμωρίας, ἕως οὗ τὸ ζῆν ἐξέλιπεν, ὡς καὶ πάντας ἀνθρώπους ὁμολογῆσαι διότι κατὰ τὴν παροιμίαν ἔστι Δίκης ὀφθαλμός, ἧς μηδέποτε δεῖ καταφρονεῖν ἀνθρώπους ὑπάρχοντας.
\n 她们夜以继日地与他相伴,从他身上索取这样的报复,直到他的生命终结,以至于所有人一致赞同那句谚语所说的:“正义之眼确实存在,凡人绝不可轻视它。
§23.10.4πρῶτον μὲν γὰρ αὐτῷ ταύτην παρεστήσαντο τὴν ἔννοιαν ὅτι δεῖ μέλλοντα πολεμεῖν πρὸς Ῥωμαίους ἐκ τῶν ἐπιφανεστάτων καὶ παραθαλαττίων πόλεων τοὺς μὲν πολιτικοὺς ἄνδρας μετὰ τέκνων καὶ γυναικῶν ἀναστάτους ποιήσαντα μεταγαγεῖν εἰς τὴν νῦν μὲν Ἠμαθίαν, τὸ δὲ παλαιὸν Παιονίαν προσαγορευομένην, §23.10.5πληρῶσαι δὲ καὶ Θρᾳκῶν καὶ βαρβάρων τὰς πόλεις, ὡς βεβαιοτέρας αὐτῷ τῆς ἐκ τούτων πίστεως ὑπαρξούσης κατὰ τὰς περιστάσεις.
”\n 因为首先,她们将这样一个念头根植于他的心中:一个准备与罗马人交战的人,必须将最著名且沿海城市的市民连同妻子儿女一同迁走,把他们转移到如今被称为埃马提亚、古时被称为派奥尼亚的地方,\n 并用色雷斯人和野蛮人填满这些城市,因为在危机时刻,这些人的忠诚对他而言会更加可靠。
οὗ συντελουμένου, §23.10.6καὶ τῶν ἀνθρώπων ἀνασπάστων γινομένων, τηλικοῦτο συνέβη γενέσθαι πένθος καὶ τηλικοῦτον θόρυβον ὥστε δοριάλωτον δοκεῖν ἅπασαν γίνεσθαι.
当这一切付诸实施,\n 且人们被强行迁离家园时,发生了如此巨大的悲哀和混乱,以至于整个国家似乎都是被武力攻陷的一样。
§23.10.7ἐξ ὧν κατάραι καὶ θεοκλυτήσεις ἐγίνοντο κατὰ τοῦ βασιλέως, οὐκέτι λάθρᾳ μόνον, ἀλλὰ καὶ φανερῶς.
\n 结果,人们不仅在私下,而且公开对国王发出诅咒和向神明呼喊。
§23.10.8μετὰ δὲ ταῦτα βουληθεὶς μηδὲν ἀλλότριον ὑποκαθέσθαι μηδὲ δυσμενὲς μηδὲν ἀπολιπεῖν πρὸς τὴν βασιλείαν, ἔγραψε τοῖς ἐπὶ τῶν πόλεων διατεταγμένοις ἀναζητήσασι τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τῶν ὑπʼ αὐτοῦ Μακεδόνων ἀνῃρημένων, εἰς φυλακὴν ἀποθέσθαι, §23.10.9μάλιστα μὲν φέρων ἐπὶ τοὺς περὶ Ἄδμητον καὶ Πύρριχον καὶ Σάμον καὶ τοὺς μετὰ τούτων ἀπολομένους· §23.10.10ἅμα δὲ τούτοις συμπεριέλαβε καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ βασιλικὸν πρόσταγμα τοῦ ζῆν ἐστερήθησαν, ἐπιφθεγξάμενος, ὥς φασι, τὸν στίχον τοῦτον· νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει.
\n 此后,为了在王国内不留下任何敌对或心存不轨的隐患,他写信给驻守各城市的官吏,命令他们搜寻那些被他处死的马其顿人的儿女,并将其监禁起来,\n 这尤其针对阿德梅托斯、皮里霍斯、萨莫斯以及与他们一同丧生之人的后代;\n 但与此同时,他也将所有其他因国王诏令而被剥夺生命的人包括在内,据人们说,他当时吟诵了这句诗:\n“愚蠢之人,杀其父却留其子。
§23.10.11ὄντων δὲ τῶν πλείστων ἐπιφανῶν διὰ τὰς τῶν πατέρων προαγωγάς, ἐπιφανῆ καὶ τὴν τούτων ἀτυχίαν συνέβαινε γίνεσθαι καὶ παρὰ πᾶσιν ἐλεεινήν.
”\n 由于他们中的大多数人因其父亲显赫的地位而同样显贵,他们的不幸也随之变得极其瞩目,令所有人深感同情。
§23.10.12τρίτον δʼ ἡ τύχη δρᾶμα κατὰ τὸν αὐτὸν καιρὸν ἐπεισήγαγεν τὸ κατὰ τοὺς υἱούς,
\n 第三,命运女神在同一时期又引入了一场关于他儿子们的悲剧,\n 在这场悲剧中,年轻人们互相密谋,而关于这些事情的裁决被呈报到他面前,他必须决定自己应该成为哪一个儿子的杀手,以及在余生中更应该惧怕他们中的哪一个,以免自己老去时遭受同样的命运。
§23.10.13ἐν ᾧ τῶν μὲν νεανίσκων ἀλλήλοις ἐπιβουλευόντων, τῆς δʼ ἀναφορᾶς περὶ τούτων ἐπʼ αὐτὸν γινομένης, καὶ δέον διαλαμβάνειν ποτέρου δεῖ γίνεσθαι τῶν υἱῶν φονέα καὶ πότερον αὐτῶν δεδιέναι μᾶλλον κατὰ τὸν ἑξῆς βίον, μὴ γηράσκων αὐτὸς πάθῃ τὸ παραπλήσιον, ἐστροβεῖτο νύκτωρ καὶ μεθʼ ἡμέραν περὶ τούτων διανοούμενος.
他夜以继日地思考这些,备受折磨。
§23.10.14ἐν τοιαύταις δʼ οὔσης ἀτυχίαις καὶ ταραχαῖς τῆς αὐτοῦ ψυχῆς, τίς οὐκ ἂν εἰκότως ὑπολάβοι θεῶν τινων αὐτῷ μῆνιν εἰς τὸ γῆρας κατασκῆψαι διὰ τὰς ἐν τῷ προγεγονότι βίῳ παρανομίας;
\n 当他的灵魂处于如此不幸和混乱之中时,谁不会理所当然地认为,这是由于他过去生活中的不法行为,某种神明的愤怒降临到了他的晚年?
§23.10.15τοῦτο δʼ ἔτι μᾶλλον ἔσται δῆλον ἐκ τῶν ἑξῆς ῥηθησομένων.
\n 这一点从接下来的叙述中会变得更加明显。
— ὅτι Φίλιππος ὁ Μακεδόνων βασιλεὺς πολλοὺς τῶν Μακεδόνων ἀνελὼν καὶ τοὺς υἱοὺς αὐτῶν ἐπανεῖλεν, ὥς φασι, τὸν στίχον τοῦτον εἰπών· νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει.
——\n马其顿国王腓力在杀害了许多马其顿人之后,又杀害了他们的儿子,据人们说,他说了这句诗:\n“愚蠢之人,杀其父却留其子。
§23.10.16καὶ διὰ ταῦτα τῆς ψυχῆς οἱονεὶ λυττώσης αὐτοῦ, καὶ τὸ κατὰ τοὺς υἱοὺς νεῖκος ἅμα τοῖς προειρημένοις ἐξεκαύθη, τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν ἐν ἑνὶ καιρῷ τὰς τούτων συμφοράς.
”\n 并且由于这些原因,他的灵魂仿佛陷入狂躁,关于儿子们的争端也与前述的灾难一同爆发,命运女神仿佛故意在同一时刻将这些不幸全部搬上舞台。
§23.10.17ἐναγίζουσιν οὖν τῷ Ξανθῷ Μακεδόνες καὶ καθαρμὸν ποιοῦσι σὺν ἵπποις ὡπλισμένοις.
——\n 因此,马其顿人向克桑托斯献祭,并带着装备齐全的马匹举行净化仪式。
——

词汇与语法注释

  1. 23.10.2καθάπερ γὰρ ἂν εἰ — 引入比喻性假设的惯用表达。小词 ἄν 暗示了虚拟条件句中省略的归结动词(通常为过去时直陈式如 παρέστησεν),由于省略,句子直接过渡到主句对实际发生事件(τότε παρέστησε...)的陈述。
  2. 23.10.3ἧς μηδέποτε δεῖ καταφρονεῖν ἀνθρώπους ὑπάρχοντας — 非人称动词 δεῖ 引导的不定式,其逻辑主语为宾格分词短语 ἀνθρώπους ὑπάρχοντας(既然作为人 / 凡是人)。关系代名词 ἧς 指代前文的 Δίκης ὀφθαλμός(或 Δίκη 本身),采用属格是受动词 καταφρονέω 的支配。
  3. 23.10.4δεῖ μέλλοντα πολεμεῖν — 宾格分词 μέλλοντα 作为非人称动词 δεῖ 所引导的不定式 μεταγαγεῖν 和 πληρῶσαι(§23.10.5)的逻辑主语。虽然指代的是腓力,但采用了解说性的泛指宾格形式(“凡是准备交战的人”)。
  4. 23.10.8ἀναζητήσασι ... ἀποθέσθαι — 与格分词 ἀναζητήσασι 与动词 ἔγραψε 的间接宾语,即驻守各城市的官吏(τοῖς ἐπὶ τῶν πόλεων διατεταγμένοις)保持一致。不定式 ἀποθέσθαι 则表示信件中所传达的命令或请求。
  5. 23.10.13καὶ δέον διαλαμβάνειν — 使用非人称动词 δεῖ 的中性现在分词 δέον 的宾格绝对(accusative absolute)用法。它起副词短语的作用,表示伴随状况或原因(“在必须做出裁决的情况下”),与周围的属格绝对结构平行。

引用这一段

波利比奥斯, 历史 §23.10.1-23.10.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:23.10.1-23.10.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。