Humanitext Reader

波利比奥斯 · 历史 §23.11.1-23.11.8

腓力戒谕诸子切勿骨肉相残

第 1042 段,共 1311 段 · 希腊语

内容简介

腓力国王告诫儿子们要从历史和戏剧中吸取教训以避免不和,他引用斯巴达和阿塔罗斯王朝的例子,并谴责他们之间的敌意。

§23.11.1ὅτι "δεῖ μὴ μόνον ἀναγινώσκειν τὰς τραγῳδίας καὶ τοὺς μύθους καὶ τὰς ἱστορίας, ἀλλὰ καὶ γινώσκειν καὶ συνεφιστάνειν ἐπὶ τοῦτο τὸ μέρος.
也就是说,“我们不仅要阅读悲剧、神话和历史,还要理解并专注于这个部分。
§23.11.2ἐν οἷς ἅπασιν ἔστιν ὁρᾶν, ὅσοι μὲν τῶν ἀδελφῶν εἰς τὴν πρὸς ἀλλήλους ὀργὴν καὶ φιλονικίαν ἐμπεσόντες ἐπὶ πολὺ προύβησαν, ἅπαντας τοὺς τοιούτους οὐ μόνον σφᾶς ἀπολωλεκότας, ἀλλὰ καὶ βίον καὶ τέκνα καὶ πόλεις ἄρδην κατεστραφότας, §23.11.3ὅσοι δὲ μετρίως ἐζήλωσαν τὸ στέργειν αὑτοὺς καὶ φέρειν τὰς ἀλλήλων ἀγνοίας, τούτους ἅπαντας σωτῆρας γεγονότας ὧν ἀρτίως εἶπον καὶ μετὰ τῆς καλλίστης φήμης καὶ δόξης βεβιωκότας.
在所有这些之中,我们可以看到,凡是陷入彼此的愤怒和竞争并走得很远的兄弟,不仅毁灭了他们自己,而且彻底摧毁了他们的生活、孩子和城市;而凡是适度追求彼此相爱、宽容彼此愚昧的人,都成了我刚才所说的事物的救星,并带着最美好的名声和荣耀度过了他们的一生。
§23.11.4καὶ μὴν ἐπὶ τοὺς ἐν τῇ Λακεδαίμονι βασιλεῖς πολλάκις ὑμᾶς ἐπέστησα, λέγων ὅτι τοσοῦτον χρόνον διετήρησαν σφῶν τῇ πατρίδι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ὅσον πειθαρχοῦντες ὥσπερ γονεῦσι τοῖς ἐφόροις ἠνείχοντο συμβασιλεύοντες ἀλλήλοις· §23.11.5ὅτε δὲ διαφωνήσαντες εἰς μοναρχίαν τὰ πράγματα μετέστησαν, τότε πάντων ἅμα τῶν κακῶν πεῖραν ἐποίησαν λαβεῖν τὴν Σπάρτην· §23.11.6τὸ δὲ τελευταῖον ὡσανεὶ κατʼ ἔνδειξιν ὑμῖν λέγων καὶ τιθεὶς ἐναργῶς ὑπὸ τὴν ὄψιν διετέλουν τούτους τοὺς περὶ τὸν Εὐμένη καὶ τὸν Ἄτταλον, §23.11.7ὅτι παραλαβόντες οὗτοι μικρὰν ἀρχὴν καὶ τὴν τυχοῦσαν ηὐξήκασι ταύτην, ὥστε μηδεμιᾶς εἶναι καταδεεστέραν, διʼ οὐθὲν ἕτερον ἢ διὰ τὴν πρὸς αὑτοὺς ὁμόνοιαν καὶ συμφωνίαν καὶ τὸ δύνασθαι καταξίωσιν ἀλλήλοις διαφυλάττειν· ὧν ὑμεῖς ἀκούοντες οὐχ οἷον εἰς νοῦν ἐλαμβάνετε, §23.11.8τὸ δʼ ἐναντίον ἠκονᾶτʼ, ἐμοὶ δοκεῖ, τοὺς κατʼ ἀλλήλων θυμούς.
再者,我经常让你们注意拉刻代蒙的国王们,我说,只要他们像对待父母一样服从监察官、忍受彼此共同执政,他们就能为祖国维持对希腊人的霸权;但当他们因不和而将政权转变为君主制时,他们便让斯巴达同时尝到了所有灾难的滋味;最后,我仿佛为了向你们展示榜样,不断向你们讲述并将欧墨尼斯和阿塔罗斯及其同伴的事迹生动地呈现在你们眼前,也就是说,他们接管了一个弱小而寻常的政权,并将其扩大到不亚于任何国家的程度,这并非由于其他原因,而仅仅是由于他们之间的和睦与一致,以及能够保持对彼此的尊重;你们听到了这些,不仅没有放在心上,相反,在我看来,你们却在磨砺针对彼此的怒火。
"

词汇与语法注释

  1. §23.11.2ἔστιν ὁρᾶν... ἀπολωλεκότας... κατεστραφότας — 无人称动词 ἔστιν(表示可能)后接不定式 ὁρᾶν,而宾格分词 ἀπολωλεκότας 和 κατεστραφότας 作为宾语补足语,形成“名词/代词 + 分词”的结构,意为“可以看到他们已经毁灭了……”。§23.11.3 中的分词 γεγονότας 和 βεβιωκότας 同样依赖于这个 ἔστιν ὁρᾶν。
  2. §23.11.4ἠνείχοντο συμβασιλεύοντες — 动词 ἀνέχομαι(忍受、甘心接受)带有补充性分词 συμβασιλεύοντες,意为“他们忍受了共同执政”。
  3. §23.11.5πεῖραν ἐποίησαν λαβεῖν τὴν Σπάρτην — 具有使役力量的动词 ἐποίησαν 带有宾格加不定式结构(以 τὴν Σπάρτην 为主格宾格,λαβεῖν 为不定式),意为“他们使斯巴达经历了”。不定式的宾语是属格的 πάντων τῶν κακῶν,由短语 πεῖραν λαβεῖν(经历、尝试)支配。
  4. §23.11.7οὐχ οἷον — 短语 οὐχ οἷον(或 οὐχ οἷον ὅ提)是一个惯用表达,意为“不仅不”或“远非做某事”(通常后接类似于 τὸ δʼ ἐναντίον 的词)。在这里,它意为“远非放在心上(相反,你们却在磨砺怒火)”。

引用这一段

波利比奥斯, 历史 §23.11.1-23.11.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:23.11.1-23.11.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。