Humanitext Reader

波利比奥斯 · 历史 §23.9.1-23.9.15

元老院接见各国使节与对阿哈伊亚同盟的压制

第 1040 段,共 1311 段 · 希腊语

内容简介

罗马元老院接见了来自东方诸国和伯罗奔尼撒的使节。元老院根据马尔基乌斯的报告,对阿哈伊亚同盟采取了冷淡的态度,暗示若盟邦脱离同盟罗马将不予干涉,以此迫使阿哈伊亚人屈服。

§23.9.1ὅτι κατὰ τὸ δεύτερον ἔτος ἡ σύγκλητος, παραγενομένων πρέσβεων παρʼ Εὐμένους καὶ Φαρνάκου καὶ Φιλίππου καὶ παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους, ἔτι δὲ παρὰ τῶν ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων καὶ παρὰ τῶν κατεχόντων τὴν πόλιν, ἐχρημάτισε τούτοις.
第二年,当欧墨尼斯、法尔纳克斯、腓力以及阿哈伊亚同盟派来的使节,还有拉刻代蒙的流亡者和占领该城的人派来的使节抵达时,元老院接见了他们。
§23.9.2ἧκον δὲ καὶ Ῥόδιοι πρεσβεύοντες ὑπὲρ τῆς Σινωπέων ἀτυχίας.
罗得斯人也派来使节,为西诺佩人的灾难进行申诉。
§23.9.3τούτοις μὲν οὖν καὶ τοῖς παρʼ Εὐμένους καὶ Φαρνάκου πρεσβεύουσιν ἡ σύγκλητος ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς ἐπισκεψομένους περί τε Σινωπέων καὶ περὶ τῶν τοῖς βασιλεῦσιν ἀμφισβητουμένων.
因此,元老院对他们以及欧墨尼斯和法尔纳克斯的使节答复道,将派遣使节前去考察西诺佩人的情况以及国王们之间争议的事项。
§23.9.4τοῦ δὲ Κοΐντου Μαρκίου προσφάτως ἐκ τῆς Ἑλλάδος παραγεγονότος καὶ περί τε τῶν ἐν Μακεδονίᾳ καὶ περὶ τῶν ἐν Πελοποννήσῳ διασεσαφηκότος, οὐκέτι πολλῶν προσεδεήθη λόγων ἡ σύγκλητος, §23.9.5ἀλλʼ εἰσκαλεσαμένη καὶ τοὺς ἀπὸ Πελοποννήσου καὶ Μακεδονίας πρεσβεύοντας διήκουσε μὲν τῶν λόγων, τάς γε μὴν ἀποκρίσεις ἔδωκε καὶ τὴν διάληψιν ἐποιήσατο τῶν πραγμάτων οὐ πρὸς τοὺς τῶν πρεσβευτῶν λόγους, ἀλλὰ πρὸς τὴν ἀποπρεσβείαν ἁρμοσαμένη τοῦ Μαρκίου.
由于昆图斯·马尔基乌斯最近刚从希腊返回,并详细报告了马其顿和伯罗奔尼撒的情况,元老院不再需要多费口舌,而是召见了来自伯罗奔尼撒和马其顿的使节,虽然听取了他们的陈述,但在给予答复和对局势做出裁决时,并非根据使节们的言辞,而是使自己符合马尔基乌斯的汇报。
§23.9.6ὃς ὑπὲρ μὲν τοῦ Φιλίππου τοῦ βασιλέως ἀπηγγέλκει διότι πεποίηκε μὲν τὰ προσταττόμενα, πεποίηκε δὲ τὰ πάντα βαρυνόμενος, καὶ καθότι λαβὼν καιρὸν πᾶν τι ποιήσει κατὰ Ῥωμαίων.
马尔基乌斯曾汇报说,关于国王腓力,他虽然执行了被命令的事情,但做所有事时都满腹怨恨,并且一旦得到机会,就会对罗马人采取各种敌对行动。
§23.9.7διὸ καὶ τοῖς μὲν παρὰ τοῦ Φιλίππου πρεσβευταῖς τοιαύτην ἔδωκε τὴν ἀπόκρισιν, διʼ ἧς ἐπὶ μὲν τοῖς γεγονόσιν ἐπῄνει τὸν Φίλιππον, εἰς δὲ τὸ λοιπὸν ᾤετο δεῖν προσέχειν αὐτὸν ἵνα μηδὲν ὑπεναντίον φαίνηται πράττων Ῥωμαίοις.
因此,元老院对腓力的使节给予了这样的答复,在答复中,对于已发生的事,它称赞了腓力,但对于未来,它认为他应该注意,以免显得在做任何违背罗马人意愿的事。
§23.9.8περὶ δὲ τῶν κατὰ Πελοπόννησον ὁ Μάρκιος τοιαύτην ἐπεποίητο τὴν ἀπαγγελίαν διότι, τῶν Ἀχαιῶν οὐ βουλομένων ἀναφέρειν οὐδὲν ἐπὶ τὴν σύγκλητον, ἀλλὰ φρονηματιζομένων καὶ πάντα διʼ ἑαυτῶν πράττειν ἐπιβαλλομένων, §23.9.9ἐὰν παρακούσωσι μόνον αὐτῶν κατὰ τὸ παρὸν καὶ βραχεῖαν ἔμφασιν ποιήσωσιν δυσαρεστήσεως, ταχέως ἡ Λακεδαίμων τῇ Μεσσήνῃ συμφρονήσει.
关于伯罗奔尼撒的事,马尔基乌斯做出了这样的汇报:因为阿哈伊亚人不想向元老院请示任何事情,而是心高气傲,企图自行处理一切,如果罗马人目前仅仅是不理会他们,并稍微表现出不满,拉刻代蒙很快就会与麦塞内同流合污。
§23.9.10τούτου δὲ γενομένου μετὰ μεγάλης χάριτος ἥξειν τοὺς Ἀχαιοὺς ἔφη καταπεφευγότας ἐπὶ Ῥωμαίους.
他说,一旦发生这种情况,阿哈伊亚人将会极其感恩地前来寻求罗马人的庇护。
§23.9.11διότι τοῖς μὲν ἐκ τῆς Λακεδαίμονος ἀπεκρίθησαν τοῖς περὶ Σήριππον, βουλόμενοι μετέωρον ἐᾶσαι τὴν πόλιν, διότι πάντα πεποιήκασιν αὐτοῖς τὰ δυνατά, κατὰ δὲ τὸ παρὸν οὐ νομίζουσιν εἶναι τοῦτο τὸ πρᾶγμα πρὸς αὑτούς.
因此,对于拉刻代蒙塞里普斯一行的使节,元老院因意图让该城保持悬而未决的状态,便答复说,他们已经为他们做了一切可能的事,而目前他们认为这件事情与自己无关。
§23.9.12τῶν δʼ Ἀχαιῶν παρακαλούντων, εἰ μὲν δυνατόν ἐστιν, βοήθειαν αὐτοῖς πέμψαι κατὰ τὴν συμμαχίαν ἐπὶ τοὺς Μεσσηνίους, εἰ δὲ μή, προνοηθῆναι γʼ ἵνα μηθεὶς τῶν ἐξ Ἰταλίας μήθʼ ὅπλα μήτε σῖτον εἰς τὴν Μεσσήνην εἰσαγάγῃ, τούτων μὲν οὐδενὶ προσεῖχον, §23.9.13ἀπεκρίθησαν δὲ διότι οὐδʼ ἂν ὁ Λακεδαιμονίων ἢ Κορινθίων ἢ τῶν Ἀργείων ἀφίστηται δῆμος, οὐ δεήσει τοὺς Ἀχαιοὺς θαυμάζειν ἐὰν μὴ πρὸς αὐτοὺς ἡγῶνται.
当阿哈伊亚人请求说,如果可能的话,应根据同盟条约派兵援助他们对抗麦塞内人,否则,至少应采取预防措施,不让任何来自意大利的人向麦塞内输入武器或粮食,元老院对这些请求均不予理睬,而是答复说,即使拉刻代蒙人、科林斯人或阿耳戈斯人的民众脱离同盟,阿哈伊亚人也无需感到惊讶,如果罗马人不把这视为与自己有关的事。
§23.9.14ταύτην δὲ τὴν ἀπόκρισιν ἐκθέμενοι, κηρύγματος ἔχουσαν διάθεσιν τοῖς βουλομένοις ἕνεκεν Ῥωμαίων ἀφίστασθαι τῆς τῶν Ἀχαιῶν πολιτείας, λοιπὸν τοὺς πρεσβευτὰς παρακατεῖχον, καραδοκοῦντες τὰ κατὰ τὴν Μεσσήνην, πῶς προχωρήσει τοῖς Ἀχαιοῖς.
发表了这一具有向那些想为了罗马而脱离阿哈伊亚政体的人进行宣告性质的答复后,此后他们便扣留了使节,静观麦塞内的事态对阿哈伊亚人来说会如何进展。
§23.9.15καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.
意大利方面的情况大致如此。

词汇与语法注释

  1. §23.9.1ὅτι — 此处的 ὅτι 是拜占庭时期摘录本(Excerpta)中各章开头的典型特征,具有“关于……之事”或“……的情况”的引入作用。
  2. §23.9.5τὴν ἀποπρεσβείαν ἁρμοσαμένη τοῦ Μαρκίου — ἁρμοσαμένη 是中动分词,作及物使用并支配宾格 τὴν ἀποπρεσβείαν(复命、使节报告),意为“使(自己的态度)符合马尔基乌斯的汇报”。
  3. §23.9.8τῶν Ἀχαιῶν οὐ βουλομένων ἀναφέρειν οὐδὲν ἐπὶ τὴν σύγκλητον — 这是一个属格独立分词结构,为后文的条件从句(ἐὰν...)及其归结句提供背景或原因。
  4. §23.9.11διότι — 此处的 διότι 相当于 ὅτι,引导间接引语,用以引出元老院的具体答复内容。
  5. §23.9.13ἐὰν μὴ πρὸς αὐτοὺς ἡγῶνται — 短语 πρὸς αὑτοὺς ἡγεῖσθαι 是一种惯用表达,意为“视为与自己相关之事”或“予以理会”。全句意为“即使他们(罗马人)不将其视为与自己有关的事”。

引用这一段

波利比奥斯, 历史 §23.9.1-23.9.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:23.9.1-23.9.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。