§23.10.1ὅτι τῷ βασιλεῖ Φιλίππῳ καὶ τῇ συμπάσῃ Μακεδονίᾳ κατὰ τοῦτον τὸν καιρὸν δεινή τις ἀρχὴ κακῶν ἐνέπεσε καὶ πολλῆς ἐπιστάσεως καὶ μνήμης ἀξία. §23.10.2καθάπερ γὰρ ἂν εἰ δίκην ἡ τύχη βουλομένη λαβεῖν ἐν καιρῷ παρʼ αὐτοῦ πάντων τῶν ἀσεβημάτων καὶ παρανομημάτων ὧν εἰργάσατο κατὰ τὸν βίον, τότε παρέστησέ τινας ἐρινῦς καὶ ποινὰς καὶ προστροπαίους τῶν διʼ ἐκεῖνον ἠτυχηκότων· §23.10.3οἳ συνόντες αὐτῷ καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν τοιαύτας ἔλαβον παρʼ αὐτοῦ τιμωρίας, ἕως οὗ τὸ ζῆν ἐξέλιπεν, ὡς καὶ πάντας ἀνθρώπους ὁμολογῆσαι διότι κατὰ τὴν παροιμίαν ἔστι Δίκης ὀφθαλμός, ἧς μηδέποτε δεῖ καταφρονεῖν ἀνθρώπους ὑπάρχοντας. §23.10.4πρῶτον μὲν γὰρ αὐτῷ ταύτην παρεστήσαντο τὴν ἔννοιαν ὅτι δεῖ μέλλοντα πολεμεῖν πρὸς Ῥωμαίους ἐκ τῶν ἐπιφανεστάτων καὶ παραθαλαττίων πόλεων τοὺς μὲν πολιτικοὺς ἄνδρας μετὰ τέκνων καὶ γυναικῶν ἀναστάτους ποιήσαντα μεταγαγεῖν εἰς τὴν νῦν μὲν Ἠμαθίαν, τὸ δὲ παλαιὸν Παιονίαν προσαγορευομένην, §23.10.5πληρῶσαι δὲ καὶ Θρᾳκῶν καὶ βαρβάρων τὰς πόλεις, ὡς βεβαιοτέρας αὐτῷ τῆς ἐκ τούτων πίστεως ὑπαρξούσης κατὰ τὰς περιστάσεις.
That at this time a terrible beginning of evils fell upon King Philip and the whole of Macedonia, worthy of great attention and remembrance.\n For just as if Fortune, wishing in due season to exact from him the penalty for all the impieties and lawless deeds he had committed during his life, had then placed by his side certain furies, avengers, and mutinous spirits of those who had suffered misfortune because of him;\n who, accompanying him night and day, exacted such retribution from him until his life ended, so that all men agreed that, as the proverb says, there is an eye of Justice, which men, being mortal, must never despise.\n For first of all, they put this thought into his mind, that as he was about to wage war against the Romans, he must remove the citizens from the most prominent and coastal cities with their children and wives, and transplant them to what is now called Emathia, but anciently Paeonia,\n and fill the cities with Thracians and barbarians, as though the loyalty of these would be more secure for him in times of crisis.
οὗ συντελουμένου, §23.10.6καὶ τῶν ἀνθρώπων ἀνασπάστων γινομένων, τηλικοῦτο συνέβη γενέσθαι πένθος καὶ τηλικοῦτον θόρυβον ὥστε δοριάλωτον δοκεῖν ἅπασαν γίνεσθαι. §23.10.7ἐξ ὧν κατάραι καὶ θεοκλυτήσεις ἐγίνοντο κατὰ τοῦ βασιλέως, οὐκέτι λάθρᾳ μόνον, ἀλλὰ καὶ φανερῶς. §23.10.8μετὰ δὲ ταῦτα βουληθεὶς μηδὲν ἀλλότριον ὑποκαθέσθαι μηδὲ δυσμενὲς μηδὲν ἀπολιπεῖν πρὸς τὴν βασιλείαν, ἔγραψε τοῖς ἐπὶ τῶν πόλεων διατεταγμένοις ἀναζητήσασι τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τῶν ὑπʼ αὐτοῦ Μακεδόνων ἀνῃρημένων, εἰς φυλακὴν ἀποθέσθαι, §23.10.9μάλιστα μὲν φέρων ἐπὶ τοὺς περὶ Ἄδμητον καὶ Πύρριχον καὶ Σάμον καὶ τοὺς μετὰ τούτων ἀπολομένους· §23.10.10ἅμα δὲ τούτοις συμπεριέλαβε καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ βασιλικὸν πρόσταγμα τοῦ ζῆν ἐστερήθησαν, ἐπιφθεγξάμενος, ὥς φασι, τὸν στίχον τοῦτον· νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει. §23.10.11ὄντων δὲ τῶν πλείστων ἐπιφανῶν διὰ τὰς τῶν πατέρων προαγωγάς, ἐπιφανῆ καὶ τὴν τούτων ἀτυχίαν συνέβαινε γίνεσθαι καὶ παρὰ πᾶσιν ἐλεεινήν. §23.10.12τρίτον δʼ ἡ τύχη δρᾶμα κατὰ τὸν αὐτὸν καιρὸν ἐπεισήγαγεν τὸ κατὰ τοὺς υἱούς, §23.10.13ἐν ᾧ τῶν μὲν νεανίσκων ἀλλήλοις ἐπιβουλευόντων, τῆς δʼ ἀναφορᾶς περὶ τούτων ἐπʼ αὐτὸν γινομένης, καὶ δέον διαλαμβάνειν ποτέρου δεῖ γίνεσθαι τῶν υἱῶν φονέα καὶ πότερον αὐτῶν δεδιέναι μᾶλλον κατὰ τὸν ἑξῆς βίον, μὴ γηράσκων αὐτὸς πάθῃ τὸ παραπλήσιον, ἐστροβεῖτο νύκτωρ καὶ μεθʼ ἡμέραν περὶ τούτων διανοούμενος. §23.10.14ἐν τοιαύταις δʼ οὔσης ἀτυχίαις καὶ ταραχαῖς τῆς αὐτοῦ ψυχῆς, τίς οὐκ ἂν εἰκότως ὑπολάβοι θεῶν τινων αὐτῷ μῆνιν εἰς τὸ γῆρας κατασκῆψαι διὰ τὰς ἐν τῷ προγεγονότι βίῳ παρανομίας; §23.10.15τοῦτο δʼ ἔτι μᾶλλον ἔσται δῆλον ἐκ τῶν ἑξῆς ῥηθησομένων. —
ὅτι Φίλιππος ὁ Μακεδόνων βασιλεὺς πολλοὺς τῶν Μακεδόνων ἀνελὼν καὶ τοὺς υἱοὺς αὐτῶν ἐπανεῖλεν, ὥς φασι, τὸν στίχον τοῦτον εἰπών· νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει. §23.10.16καὶ διὰ ταῦτα τῆς ψυχῆς οἱονεὶ λυττώσης αὐτοῦ, καὶ τὸ κατὰ τοὺς υἱοὺς νεῖκος ἅμα τοῖς προειρημένοις ἐξεκαύθη, τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν ἐν ἑνὶ καιρῷ τὰς τούτων συμφοράς. — §23.10.17ἐναγίζουσιν οὖν τῷ Ξανθῷ Μακεδόνες καὶ καθαρμὸν ποιοῦσι σὺν ἵπποις ὡπλισμένοις. —
While this was being carried out,\n and the people were being torn from their homes, there occurred such great mourning and such great tumult that the whole country seemed to have been taken by force of arms.\n Consequently, curses and appeals to heaven were made against the king, no longer only in secret, but also openly.\n After this, wishing to leave no hostile or disaffected element behind in his kingdom, he wrote to the officers stationed in the cities that they should search out the sons and daughters of the Macedonians who had been put to death by him, and place them in custody,\n directing this especially against the families of Admetus, Pyrrhichus, Samos, and those who had perished with them;\n but at the same time he included all the others who had been deprived of life by royal decree, quoting, as they say, this verse:\n"Foolish is he who, having slain the father, leaves the sons behind."\n As most of them were prominent owing to the high positions of their fathers, their misfortune also became conspicuous and moved all to pity.\n In the third place, Fortune introduced at the same time a drama concerning his sons,\n in which, while the young men were plotting against each other, and the reference of these matters was made to him, and it was necessary for him to decide of which of his sons he must become the murderer, and which of them he must fear more during the rest of his life, lest in his old age he himself should suffer a similar fate, he was racked night and day as he pondered these things.\n When his soul was in such misfortune and trouble, who would not reasonably suppose that the anger of some gods had fallen upon his old age because of the lawless deeds of his past life?\n And this will be still more clear from what is about to be told. —\nThat Philip, the king of the Macedonians, having put to death many of the Macedonians, also put to death their sons, quoting, as they say, this verse:\n"Foolish is he who, having slain the father, leaves the sons behind."\n And because of this, his soul being as it were driven mad, the quarrel concerning his sons also blazed up together with the aforementioned calamities, Fortune as if on purpose bringing their misfortunes onto the stage at one and the same time. —\n Therefore the Macedonians offer sacrifice to Xanthos and perform a purification with armed horses. —