§22.22.1ὅτι Ἀριστόνικος ὁ τοῦ Πτολεμαίου τοῦ βασιλέως Αἰγύπτου εὐνοῦχος μὲν ἦν, ἐκ παιδίου δʼ ἐγεγόνει σύντροφος τῷ βασιλεῖ.
埃及国王托勒密的宦官阿里斯托尼科斯,自幼便是国王的同伴。
§22.22.2τῆς δʼ ἡλικίας προβαινούσης ἀνδρωδεστέραν εἶχεν ἢ κατʼ εὐνοῦχον τόλμαν καὶ προαίρεσιν.
随着年龄的增长,他展现出了超越宦官身份的、更为男子气的勇气与抱负。
§22.22.3καὶ γὰρ φύσει στρατιωτικὸς ἦν καὶ τὴν πλείστην ἐποιεῖτο διατριβὴν ἐν τούτοις καὶ περὶ ταῦτα.
因为他天生具有军人气质,并且将大部分时间都花在这些军人之中以及这些军事事务上。
§22.22.4παραπλησίως δὲ καὶ κατὰ τὰς ἐντεύξεις ἱκανὸς ὑπῆρχε καὶ τὸν κοινὸν νοῦν εἶχεν, ὃ σπάνιόν ἐστι.
同样,在人际交往中他也十分干练,并且拥有常识,这在宦官中是罕见的。
§22.22.5πρὸς δὲ τούτοις πρὸς εὐεργεσίαν ἀνθρώπων πεφύκει καλῶς.
此外,他还具有乐善好施、造福于人的极佳天性。