Humanitext Reader

波利比奥斯 · 历史 §23.2.1-23.2.11

德米特里乌斯的辩护与元老院的宽待

第 1033 段,共 1311 段 · 希腊语

内容简介

元老院考虑到年轻的德米特里乌斯,免除了他的直接答辩,转而让他宣读菲利普针对各项指控所写的备忘录。元老院因对德米特里乌斯怀有善意而对马其顿给予了宽大答复,但同时决定派遣使者视察执行情况。

§23.2.1ὅθεν ἡ σύγκλητος, οὔτʼ αὐτὴ δυναμένη διευκρινεῖν οὔτε τὸν Δημήτριον κρίνουσα δεῖν ἑκάστοις τούτων λόγον ὑπέχειν, §23.2.2ἅτε καὶ φιλανθρώπως πρὸς αὐτὸν διακειμένη καὶ θεωροῦσα νέον ὄντα κομιδῇ καὶ πολὺ τῆς τοιαύτης συστροφῆς καὶ ποικιλίας ἀπολειπόμενον, §23.2.3μάλιστα δὲ βουλομένη μὴ τῶν Δημητρίου λόγων ἀκούειν, ἀλλὰ τῆς Φιλίππου γνώμης ἀληθινὴν λαβεῖν πεῖραν, §23.2.4αὐτὸν Δημήτριον παρέλυσε τῆς δικαιολογίας, ἤρετο δὲ τὸν νεανίσκον καὶ τοὺς σὺν αὐτῷ φίλους εἴ τινα περὶ τούτων ὑπομνηματισμὸν ἔχουσι παρὰ τοῦ βασιλέως.
因此,元老院由于自己无法辨明细节,同时认为不应要求德米特里乌斯对这些控诉的每一项逐一进行答辩,况且他们对他怀有善意,并看出他非常年轻,还远远不足以应付如此复杂的纷纠,尤其是他们不希望只听取德米特里乌斯的言辞,而是想对菲利普的真实意图进行真正的试探,于是便免除了德米特里乌斯本人的答辩,转而询问这个年轻人及其随行的朋友们,是否持有国王关于这些事情的任何备忘录。
§23.2.5τοῦ δὲ Δημητρίου φήσαντος ἔχειν καὶ προτείναντός τι βυβλίδιον οὐ μέγα, λέγειν αὐτὸν ἐκέλευσεν ἥνπερ τὰ ὑπομνήματα περιεῖχε πρὸς ἕκαστον τῶν κατηγορουμένων ἀπόφασιν κεφαλαιώδη.
当德米特里乌斯表示持有并递上一本不大的小册子时,元老院便命令他宣读备忘录中针对每个控告者所包含的摘要性回答。
§23.2.6ὁ δὲ τὸ μὲν πεποιηκέναι τὸ προσταχθὲν ὑπὸ Ῥωμαίων ἔφασκεν, ἢ τὴν αἰτίαν τοῦ μὴ πεπρᾶχθαι τοῖς ἐγκαλοῦσιν ἀνετίθει.
他声称自己已经执行了罗马人的命令,或者将未予执行的责任归咎于控告者。
§23.2.7προσέκειτο δὲ πρὸς ταῖς πλείσταις ἀποφάσεσι "καίτοι οὐκ ἴσως χρησαμένων ἡμῖν τῶν πρεσβευτῶν τῶν περὶ Καικίλιον ἐν τούτοισ" καὶ πάλιν "καίτοι γε οὐ δικαίως ἡμῶν ταῦτα πασχόντων".
在大多数回答中,还附有“虽然凯基利乌斯一行使者在这些事上对我们的处理并不公正”以及“虽然我们遭受这些是不公正的”等字眼。
§23.2.8τοιαύτης δʼ οὔσης τῆς Φιλίππου γνώμης ἐν πάσαις ταῖς ἀποφάσεσι, διακούσασα τῶν παραγεγονότων ἡ σύγκλητος μίαν ἐποιήσατο περὶ πάντων διάληψιν.
在所有回答中,菲利普的意图既然都是如此,元老院在听取了所有前来之人的陈述后,对所有事情做出了统一的裁决。
§23.2.9ἀποδεξαμένη γὰρ τὸν Δημήτριον μεγαλομερῶς καὶ φιλανθρώπως διὰ τοῦ στρατηγοῦ, πολλοὺς καὶ παρακλητικοὺς πρὸς αὐτὸν διαθεμένη λόγους, ἀπόκρισιν ἔδωκε διότι περὶ πάντων καὶ τῶν εἰρημένων ὑπʼ αὐτοῦ καὶ τῶν ἀνεγνωσμένων Δημητρίῳ πιστεύει διότι τὰ μὲν γέγονε, τὰ δʼ ἔσται, καθάπερ δίκαιόν ἐστι γίνεσθαι.
因为他们通过执政官宽大且友善地接待了德米特里乌斯,并对他说了许多鼓励的话,然后给予了答复:对于由他所说和由他宣读的一切事情,他们都信任德米特里乌斯,相信有些事情已经做好,有些事情将会做好,正如理应做到的那样。
§23.2.10ἵνα δὲ καὶ Φίλιππος εἰδῇ διότι τὴν χάριν ταύτην ἡ σύγκλητος Δημητρίῳ δίδωσιν, ἐξαποστελεῖν ἔφη πρεσβευτὰς ἐποψομένους εἰ γίνεται πάντα κατὰ τὴν τῆς συγκλήτου βούλησιν, ἅμα δὲ διασαφήσοντας τῷ βασιλεῖ διότι τῆς συμπεριφορᾶς τυγχάνει ταύτης διὰ Δημήτριον.
并且,为了让菲利普也知道元老院是将这一恩惠给予德米特里乌斯的,元老院表示将派遣使者去视察是否一切都在按照元老院的意愿进行,同时向国王明确说明,他之所以获得如此宽大的对待,完全是由于德米特里乌斯的缘故。
§23.2.11καὶ ταῦτα μὲν τοιαύτης ἔτυχε διεξαγωγῆς.
这些事情便得到了这样的处理。

词汇与语法注释

  1. §23.2.5ἥνπερ τὰ ὑπομνήματα περιεῖχε πρὸς ἕκαστον τῶν κατηγορουμένων ἀπόφασιν κεφαλαιώδη — 先行词吸引的句法现象。原本作为 λέγειν 宾语的 ἀπόφασιν κεφαλαιώδη(摘要性回答)被吸引到了由关系词 ἥνπερ 引导的关系从句内部。若按常规语序,应为 τὴν ἀπόφασιν κεφαλαιώδη ἥνπερ τὰ ὑπομνήματα περιεῖχε...
  2. §23.2.9διότι — 这里的 διότι 并非用作表示原因的连词(意为“因为”),而是用作引导名词性从句的 ὅτι(意为“那……”)的替代,这是希腊化时期及后续希腊语中十分常见的用法。同样的用法也见于本节后半部分的第二个 διότι,以及下一节中的 διότι τὴν χάριν... 和 διασαφήσοντας... διότι...。

引用这一段

波利比奥斯, 历史 §23.2.1-23.2.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:23.2.1-23.2.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。