§22.7.1ὅτι κατὰ τὴν Πελοπόννησον ὡς μέν, ἔτι Φιλοποίμενος στρατηγοῦντος, εἴς τε τὴν Ῥώμην ἐξαπέστειλε πρεσβευτὰς τὸ τῶν Ἀχαιῶν ἔθνος ὑπὲρ τῆς Λακεδαιμονίων πόλεως πρός τε τὸν βασιλέα Πτολεμαῖον τοὺς ἀνανεωσομένους τὴν προϋπάρχουσαν αὐτῷ συμμαχίαν, ἐδηλώσαμεν, φησὶν ὁ Πολύβιος.
关于伯罗奔尼撒半岛的事务,当菲洛皮门仍在担任将军时,阿哈伊亚同盟如何为了拉刻代蒙人的城市向罗马派遣了使节,并向托勒密国王派遣了旨在更新与他先前存在的同盟关系的使节,这些我们已经阐明了,波利比乌斯如是说。
§22.7.2κατὰ δὲ τὸν ἐνεστῶτα χρόνον, Ἀρισταίνου στρατηγοῦντος, οἵ τε παρὰ Πτολεμαίου τοῦ βασιλέως πρέσβεις ἧκον, ἐν Μεγάλῃ πόλει τῆς συνόδου τῶν Ἀχαιῶν ὑπαρχούσης· §22.7.3ἐξαπεστάλκει δὲ καὶ πρὸς τούτοις ὁ βασιλεὺς Εὐμένης πρεσβευτάς, ἐπαγγελλόμενος ἑκατὸν καὶ εἴκοσι τάλαντα δώσειν τοῖς Ἀχαιοῖς, ἐφʼ ᾧ, δανειζομένων τούτων, ἐκ τῶν τόκων μισθοδοτεῖσθαι τὴν βουλὴν τῶν Ἀχαιῶν ἐπὶ ταῖς κοιναῖς συνόδοις.
而在当前这个时候,当阿里斯泰努斯担任将军时,阿哈伊亚人的大会在梅加洛波利斯举行,托勒密国王的使节们抵达了;此外,欧门尼斯国王也派遣了使节,承诺向阿哈伊亚人提供一百二十塔兰同,条件是将这笔资金贷出,并用其利息在召开共同大会时向阿哈伊亚议会成员发放津贴。
§22.7.4ἧκον δὲ καὶ παρὰ Σελεύκου τοῦ βασιλέως πρεσβευταί, τήν τε φιλίαν ἀνανεωσόμενοι καὶ δεκαναΐαν μακρῶν πλοίων ἐπαγγελλόμενοι δώσειν τοῖς Ἀχαιοῖς.
塞琉古国王的使节们也抵达了,他们旨在更新友好关系,并承诺向阿哈伊亚人提供十艘战船。
§22.7.5ἐχούσης δὲ τῆς συνόδου πραγματικῶς, πρῶτοι παρῆλθον οἱ περὶ Νικόδημον τὸν Ἠλεῖον καὶ τούς τε ῥηθέντας ἐν τῇ συγκλήτῳ λόγους ὑφʼ αὑτῶν ὑπὲρ τῆς τῶν Λακεδαιμονίων πόλεως διῆλθον τοῖς Ἀχαιοῖς καὶ τὰς ἀποκρίσεις ἀνέγνωσαν,
当大会进入实质性议程时,伊利斯人尼科德莫斯一行首先走上前,向阿哈伊亚人详细叙述了他们自己在元老院中为拉刻代蒙人的城市发表的演说,并宣读了答复。
§22.7.6ἐξ ὧν ἦν λαμβάνειν ἐκδοχὴν ὅτι δυσαρεστοῦνται μὲν καὶ τῇ τῶν τειχῶν συντελέσει καὶ τῇ καταλύσει τῶν ἐν τῷ Κομπασίῳ διαφθαρέντων, οὐ μὴν ἄκυρόν τι ποιεῖν.
由此可以得知,他们虽然对拆除城墙和处死在孔帕西翁被杀害的人确实感到不满,但并没有废除任何既定事项。
οὐθενὸς δʼ οὔτʼ ἀντειπόντος οὔτε συνηγορήσαντος, §22.7.7οὕτω πως παρεπέμφθη.
由于没有人对此表示反对或赞同,这件事就以某种方式被搁置了。
§22.7.8μετὰ δὲ τούτους εἰσῆλθον οἱ παρʼ Εὐμένους πρέσβεις καὶ τήν τε συμμαχίαν τὴν πατρικὴν ἀνενεώσαντο καὶ τὴν ὑπὲρ τῶν χρημάτων ἐπαγγελίαν διεσάφησαν τοῖς πολλοῖς.
在他们之后,来自欧门尼斯的使节们进场,他们不仅更新了世代相传的同盟,还向大众详细说明了关于这笔资金的承诺。
§22.7.9καὶ πλείω δὲ πρὸς ταύτας τὰς ὑποθέσεις διαλεχθέντες καὶ μεγάλην εὔνοιαν καὶ φιλανθρωπίαν τοῦ βασιλέως ἐμφήναντες πρὸς τὸ ἔθνος,
他们就这些提案进行了更详尽的发言,并向同盟展示了国王对他们的极大好意与友善,