Humanitext Reader

波利比奥斯 · 历史 §22.11.1-22.11.8

元老院派遣使节至菲利普与斯巴达亡命者的控告

第 1020 段,共 1311 段 · 希腊语

内容简介

罗马元老院决定向马其顿王菲利普派遣新使节以促其撤出色萨利与色雷斯;在伯罗奔尼撒事务中,刚被阿哈伊亚人遣返回国的斯巴达旧流亡者在罗马控告阿哈伊亚人,引起后者极大愤怒。

§22.11.1ὅτι τῶν περὶ τὸν Καικίλιον ἀνακεχωρηκότων ἐκ τῆς Ἑλλάδος καὶ διασεσαφηκότων τῇ συγκλήτῳ περί τε τῶν κατὰ Μακεδονίαν καὶ τῶν κατὰ Πελοπόννησον, εἰσῆγον εἰς τὴν σύγκλητον τοὺς περὶ τούτων παραγεγονότας πρεσβευτάς.
当凯基利乌斯一行从希腊返回,并向元老院详细汇报了关于马其顿和伯罗奔尼撒的事务后,人们将为这些事务而来的使节们引入元老院。
§22.11.2εἰσελθόντων δὲ πρῶτον τῶν παρὰ τοῦ Φιλίππου καὶ παρʼ Εὐμένους, ἔτι δὲ τῶν ἐξ Αἴνου καὶ Μαρωνείας φυγάδων, καὶ ποιησαμένων τοὺς λόγους ἀκολούθως τοῖς ἐν Θετταλονίκῃ ῥηθεῖσιν ἐπὶ τῶν περὶ τὸν Καικίλιον, §22.11.3ἔδοξε τῇ συγκλήτῳ πέμπειν πάλιν ἄλλους πρεσβευτὰς πρὸς τὸν Φίλιππον τοὺς ἐπισκεψομένους πρῶτον μὲν εἰ παρακεχώρηκε τῶν ἐν Θετταλίᾳ καὶ Περραιβίᾳ πόλεων κατὰ τὴν τῶν περὶ τὸν Καικίλιον ἀπόκρισιν, §22.11.4εἶτα τοὺς ἐπιτάξοντας αὐτῷ τὰς φρουρὰς ἐξάγειν ἐξ Αἴνου καὶ Μαρωνείας, καὶ συλλήβδην ἀποβαίνειν ἀπὸ τῶν παραθαλαττίων τῆς Θρᾴκης ἐρυμάτων καὶ τόπων καὶ πόλεων.
首先,来自菲利普和欧墨尼斯的使节,以及来自埃诺斯和马罗内亚的流亡者们进入,并按照之前在塞萨洛尼基在凯基利乌斯一行面前所说的话发表了演说,元老院决定再次向菲利普派遣其他使节,他们首先要视察他是否按照凯基利乌斯等人的答复撤出了色萨利和佩赖比亚的城市,其次要命令他从埃诺斯和马罗内亚撤出驻军,并总地来说撤离色雷斯沿海的防御工事、地方和城市。
§22.11.5μετὰ δὲ τούτους εἰσῆγον τοὺς ἀπὸ Πελοποννήσου παραγεγονότας.
在这些人之后,他们引入了从伯罗奔尼撒到来的人。
§22.11.6οἵ τε γὰρ Ἀχαιοὶ πρεσβευτὰς ἀπεστάλκεισαν τοὺς περὶ Ἀπολλωνίδαν τὸν Σικυώνιον δικαιολογησομένους πρὸς τὸν Καικίλιον ὑπὲρ τοῦ μὴ λαβεῖν αὐτὸν ἀπόκρισιν καὶ καθόλου διδάξοντας ὑπὲρ τῶν κατὰ Λακεδαίμονα πραγμάτων, §22.11.7ἔκ τε τῆς Σπάρτης Ἀρεὺς καὶ Ἀλκιβιάδης ἐπρέσβευσαν· οὗτοι δʼ ἦσαν τῶν ἀρχαίων φυγάδων τῶν ὑπὸ τοῦ Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν νεωστὶ κατηγμένων εἰς τὴν οἰκείαν.
因为阿哈伊亚人派遣了西库昂的阿波罗尼达斯一行作为使节,向凯基利乌斯申辩为何他未能获得答复,并全面说明关于拉栖代梦的事务;而斯巴达方面,阿雷乌斯和阿尔西比亚德斯作为使节前往,他们是最近被菲洛皮门和阿哈伊亚人遣返回国的旧流亡者。
§22.11.8ὃ καὶ μάλιστα τοὺς Ἀχαιοὺς εἰς ὀργὴν ἦγε τῷ δοκεῖν, μεγάλης οὔσης καὶ προσφάτου τῆς εἰς τοὺς φυγάδας εὐεργεσίας, ἐξ αὐτῆς ἐπὶ τοσοῦτον ἀχαριστεῖσθαι παρʼ αὐτοῖς ὥστε καὶ καταπρεσβεύειν καὶ κατηγορίαν ποιεῖσθαι πρὸς τοὺς κρατοῦντας τῶν ἀνελπίστως αὐτοὺς σωσάντων καὶ καταγαγόντων εἰς τὴν πατρίδα.
这件事最使阿哈伊亚人感到愤怒,因为在他们看来,尽管对流亡者的恩惠巨大且就在不久前,但在那之后,这些人却表现出如此大的忘恩负义,甚至在统治者面前发出反向使节,指控那些出人意料地救了他们并将他们遣返回国的人。

词汇与语法注释

  1. 22.11.1ὅτι — 本节开头的 ὅτι 源自拜占庭时期的摘录集(Excerpta),起初是作为引入摘要或引文的引导词,而非引导从句。在翻译中,它被自然地融入主句叙述中。
  2. 22.11.3τοὺς ἐπισκεψομένους — 带有定冠词的将来分词(下一节的 τοὺς ἐπιτάξοντας 亦然)修饰前置的名词 ἄλλους πρεσβευτάς(其他使节),用以表示派遣的“目的或任务”(即“为了……的人”)。
  3. 22.11.6ὑπὲρ τοῦ μὴ λαβεῖν αὐτὸν — 前置词 ὑπὲρ 与带冠词不定式 τοῦ μὴ λαβεῖν 结合,表示行为的原因(因为……)。不定式的逻辑主语是宾格的 αὐτόν,指代前文的 Καικίλιον(凯基利乌斯),即因为阿哈伊亚人没有给出答复,导致凯基利乌斯未能获得答复。
  4. 22.11.8τῷ δοκεῖν — 表示原因的与格带冠词不定式 τῷ δοκεῖν(因为似乎……)引导着一个宾格加不定式结构(以流亡者作为 ἀχαριστεῖσθαι 的逻辑主语)。其间插入了一个表示让步或环境的属格独立结构(μεγάλης οὔσης... εὐεργεσίας)。最后的 τῶν ... σωσάντων 是由 κατηγορίαν ποιεῖσθαι(控告某人)所要求的属格。

引用这一段

波利比奥斯, 历史 §22.11.1-22.11.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:22.11.1-22.11.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。