Humanitext Reader

波利比奥斯 · 历史 §21.27.1-21.27.9

安布拉基亚围城战与埃托利亚军的反击受挫

第 987 段,共 1311 段 · 希腊语

内容简介

罗马执政官马尔库斯对安布拉基亚发起大规模围攻,埃托利亚人通过各种防御手段进行抵抗,并成功接应了尼坎德罗斯派遣的骑兵增援。然而,由于尼坎德罗斯未能按约定配合共同突击,埃托利亚人的决死突击最终以失败告终。

§21.27.1Αἰτωλοὶ ὑπὸ τοῦ τῶν Ῥωμαίων ὑπάτου Μάρκου πολιορκούμενοι τῇ προσβολῇ τῶν μηχανημάτων καὶ τῶν κριῶν γενναίως ἀντιπαρετάξαντο.
埃托利亚人受到罗马执政官马尔库斯的包围,勇敢地抵抗了攻城工事和破城槌的袭击。
§21.27.2οὗτος γὰρ ἀσφαλισάμενος τὰ κατὰ τὰς στρατοπεδείας συνίστατο μεγαλομερῶς τὴν πολιορκίαν καὶ τρία μὲν ἔργα κατὰ τὸ Πύρρειον προσῆγεν διὰ τῶν ἐπιπέδων [τόπων], διεστῶτα μὲν ἀπʼ ἀλλήλων, παράλληλα δέ, τέταρτον δὲ κατὰ τὸ Ἀσκληπιεῖον, πέμπτον δὲ κατὰ τὴν ἀκρόπολιν.
因为他在确保了营地周围的安全后,便大规模地展开了包围战,并通过平地向皮里翁方向推进了三个攻城工事,它们彼此分离却相互平行;第四个工事推进到阿斯克勒庇俄斯神庙方向,第五个则朝向卫城。
§21.27.3γινομένης δὲ τῆς προσαγωγῆς ἐνεργοῦ κατὰ πάντας ἅμα τοὺς τόπους, ἐκπληκτικὴν συνέβαινε γίνεσθαι τοῖς ἔνδον τὴν τοῦ μέλλοντος προσδοκίαν.
随着攻城工事在所有这些地方同时积极推进,城内的人们对未来命运的预感变得极其惊恐。
§21.27.4τῶν δὲ κριῶν τυπτόντων ἐνεργῶς τὰ τείχη, καὶ τῶν δορυδρεπάνων ἀποσυρόντων τὰς ἐπάλξεις, ἐπειρῶντο μὲν οἱ κατὰ τὴν πόλιν ἀντιμηχανᾶσθαι πρὸς ταῦτα, τοῖς μὲν κριοῖς διὰ κεραιῶν ἐνιέντες σηκώματα μολιβδᾶ καὶ λίθους καὶ στύπη δρύινα· §21.27.5τοῖς δὲ δρεπάνοις σιδηρᾶς περιτιθέντες ἀγκύρας καὶ κατασπῶντες ταῦτʼ ἔσω τοῦ τείχους, ὥστʼ ἐπὶ τὴν ἔπαλξιν συντριβέντος τοῦ δόρατος ἐγκρατεῖς γίνεσθαι τῶν δρεπάνων.
当破城槌猛烈撞击城墙、钩镰枪削去城垛时,市内的居民试图对此采取对抗手段:他们用吊杆对准破城槌,砸下铅锤、巨石和橡木原木;针对钩镰,他们用铁锚套住它们并拖入城墙内,以至于柄部在城垛上折断,从而缴获了那些钩镰。
§21.27.6τὸ δὲ πλεῖον ἐπεξιόντες ἐμάχοντο γενναίως, ποτὲ μὲν ἐπιτιθέμενοι νύκτωρ τοῖς ἐπικοιτοῦσιν ἐπὶ τῶν ἔργων, ποτὲ δὲ τοῖς ἐφημερεύουσι μεθʼ ἡμέραν προφανῶς ἐγχειροῦντες, καὶ τριβὴν ἐνεποίουν τῇ πολιορκίᾳ. —
但他们更多的是出城迎击,勇敢地战斗,时而夜间袭击在攻城工事上宿营防守的人,时而白天公然向值昼班的人动手,从而拖延了围攻的时间。
§21.27.7τοῦ γὰρ Νικάνδρου ἐκτὸς ἀναστρεφομένου καὶ πέμψαντος πεντακοσίους ἱππεῖς εἰς τὴν πόλιν, οἳ καὶ παραβιασάμενοι τὸν μεταξὺ χάρακα τῶν πολεμίων εἰσέφρησαν εἰς τὴν πόλιν, §21.27.8παραγγείλας, καθʼ ἣν ἐτάξαντο ἡμέραν, αὐτοὺς μὲν ἐξελθόντας ποιήσασθαι, συνεπιλαβέσθαι δὲ αὐτὸν τούτοις τοῦ κινδύνου.
因为在城外活动的尼坎德罗斯派遣了五百名骑兵进入城内,他们强行突破敌人中间的防栏,冲进了城里,尼坎德罗斯传令,在他们约定好的那一天,让他们自己出城突击,而他自己也会与他们共同承担这一危险。
§21.27.9αὐτῶν μὲν εὐψύχως τῆς πόλεως ἐξορμησάντων καὶ γενναίως ἀγωνισαμένων, τοῦ δὲ Νικάνδρου καθυστερήσαντος, εἴτε καταπλαγέντος τὸν κίνδυνον εἴτε καὶ ἀναγκαῖα νομίσαντος τὰ ἐν οἷς διέτριβε πράγμασιν, ἡττήθησαν τῆς ἐπιβολῆς. —
尽管他们自己气宇轩昂地冲出城市、英勇奋斗,但由于尼坎德罗斯未能及时赶到——究竟是因为惧怕危险,还是因为认为自己当时所忙于的事务更为紧要——他们的这次行动最终以失败告终。

词汇与语法注释

  1. §21.27.5συντριβέντος τοῦ δόρατος — 位于表示结果的连词 ὥστε(“以至于”)之后的属格独立结构。它将“(带钩镰的)柄折断”这一与结果从句主语(即防守者,ἐγκρατεῖς γίνεσθαι 的主语)不同的情况作为附带条件提出,表明了结果从句内部的从属关系。
  2. §21.27.8ποιήσασθαι — 由前文的分词 παραγγείλας(“传令”)所引导的间接命令不定式,以 αὐτοὺς μὲν ἐξελθόντας(“他们自己冲出”)为逻辑主语。此处 ποιήσασθαι 通常被理解为“进行(突击)”(省略了宾语如 ἔξοδον “出击”),或者带有让其出击的使役意味。
  3. §21.27.9ἡττήθησαν τῆς ἐπιβολῆς — 动词 ἡττάομαι(“输给、屈服于”)支配属格(夺格性属格)以表示失败或丧失的对象。此处 τῆς ἐπιβολῆς(“尝试、行动”)作为属格补足语,表示“他们的这次行动最终失败了(未能达到目的)”。

引用这一段

波利比奥斯, 历史 §21.27.1-21.27.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.27.1-21.27.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。