Humanitext Reader

波利比奥斯 · 历史 §21.23.1-21.23.13

罗得斯使节呼吁罗马追求希腊解放与荣耀

第 983 段,共 1311 段 · 希腊语

内容简介

罗得斯使节向罗马元老院呼吁,罗马与其他国家不同,不应以夺取领土和财产为目的,而应通过解放希腊人来追求荣耀与赞誉,其演说赢得了众人的赞许。

§21.23.1τῶν ἄλλων δυναστειῶν καταδεεστέρα.
[……将这些并入欧墨奈斯的王国,可以使它的规模达到现在的十倍;如果将所有这些或其中大部分分配给该国,将不会产生任何]比其他任何王朝都逊色。
ἔξεστιν οὖν, ὦ ἄνδρες Ῥωμαῖοι, καὶ τοὺς φίλους μεγαλομερῶς σωματοποιῆσαι καὶ τὸ τῆς ἰδίας ὑποθέσεως λαμπρὸν μὴ καταβαλεῖν.
因此,罗马的诸位,你们既可以大方地壮大你们的朋友,又不会玷污你们自身大义的光辉。
§21.23.2οὐ γάρ ἐστιν ὑμῖν καὶ τοῖς ἄλλοις ἀνθρώποις ταὐτὸν τέλος τῶν ἔργων, ἀλλʼ ἕτερον.
因为对你们和对其他人而言,行动的终极目的是不同的,而不是相同的。
§21.23.3οἱ μὲν γὰρ ἄλλοι πάντες ὁρμῶσιν πρὸς τὰς πράξεις ὀρεγόμενοι τοῦ καταστρέψασθαι καὶ προσλαβεῖν πόλεις, χορηγίαν, ναῦς· §21.23.4ὑμᾶς δὲ πάντων τούτων ἀπροσδεήτους οἱ θεοὶ πεποιήκασι, πάντα τὰ κατὰ τὴν οἰκουμένην τεθεικότες [μὲν] ὑπὸ τὴν ὑμετέραν ἐξουσίαν.
因为其他所有人奔向行动,都是渴望着去征服并夺取城市、资源和船只;但神明已使你们无需这些,因为神已将整个有人居住的世界置于你们的权力之下。
§21.23.5τίνος οὖν ἔτι προσδεῖσθε, καὶ τίνος ἂν ἔτι δέοι πρόνοιαν ὑμᾶς ποιεῖσθαι τὴν ἰσχυροτάτην;
那么,你们还需要什么呢? 为了什么,你们还需要做出最强有力的防范和准备呢?
§21.23.6δῆλον ὡς ἐπαίνου καὶ δόξης παρʼ ἀνθρώποις, ἃ καὶ κτήσασθαι μέν ἐστι δυσχερές, δυσχερέστερον δὲ κτησαμένους διαφυλάξαι. §21.23.7γνοίητε δʼ ἂν τὸ λεγόμενον οὕτως.
显然是人们的称赞与名望。 这两者既难以获得,而对于已经获得它们的人来说,要守护它们则更加困难。
ἐπολεμήσατε πρὸς Φίλιππον καὶ πᾶν ὑπεμείνατε χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας·
你们可以通过以下方式理解我所说的话:你们与腓力作战,并为了希腊人的自由而忍受了一切。
τοῦτο γὰρ προέθεσθε, καὶ τοῦθʼ ὑμῖν ἆθλον ἐξ ἐκείνου τοῦ πολέμου περιγέγονεν, ἕτερον δʼ ἁπλῶς οὐδέν.
因为这是你们树立的目标,这也是你们从那场战争中获得的唯一奖赏,除此之外绝对一无所有。
§21.23.8ἀλλʼ ὅμως εὐδοκεῖτε τούτῳ μᾶλλον ἢ τοῖς παρὰ Καρχηδονίων φόροις· καὶ μάλα δικαίως·
然而,相比于迦太基人的贡赋,你们对这一点更加感到满意;而且这极其正当。
§21.23.9τὸ μὲν γὰρ ἀργύριόν ἐστι κοινόν τι πάντων ἀνθρώπων κτῆμα, τὸ δὲ καλὸν καὶ πρὸς ἔπαινον καὶ τιμὴν ἀνῆκον θεῶν καὶ τῶν ἔγγιστα τούτοις πεφυκότων ἀνδρῶν ἐστιν.
因为金钱是全人类共同的财产,而高尚的、属于称赞与尊荣的事物,则是属于神明以及在本性上最接近神明的人。
§21.23.10τοιγαροῦν σεμνότατον τῶν ὑμετέρων ἔργων ἡ τῶν Ἑλλήνων ἐλευθέρωσις.
因此,你们的伟业中最神圣的就是希腊人的解放。
τούτῳ νῦν ἐὰν μὲν προσθῆτε τἀκόλουθον, τελειωθήσεται τὰ τῆς ὑμετέρας δόξης. ἐὰν δὲ παρίδητε, καὶ τὰ πρὶν ἐλαττωθήσεται φανερῶς.
如果你们现在为此加上顺理成章的结局,你们的荣耀就将圆满;但如果你们予以忽视,甚至连以前的成果也将明显受损。
§21.23.11ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες, καὶ τῆς προαιρέσεως γεγονότες αἱρετισταὶ καὶ τῶν μεγίστων ἀγώνων καὶ κινδύνων ἀληθινῶς ὑμῖν μετεσχηκότες, καὶ νῦν οὐκ ἐγκαταλείπομεν τὴν τῶν φίλων τάξιν, §21.23.12ἀλλʼ ἅ γε νομίζομεν ὑμῖν καὶ πρέπειν καὶ συμφέρειν, οὐκ ὠκνήσαμεν ὑπομνῆσαι μετὰ παρρησίας, οὐδενὸς στοχασάμενοι τῶν ἄλλων οὐδὲ περὶ πλείονος οὐδὲν ποιησάμενοι τοῦ καθήκοντος αὑτοῖς.
因此,诸位,我们作为你们志向的支持者,并且真正与你们分担了最大的斗争与危险,至今也没有放弃作为朋友的立场,而是对于我们认为既适合你们又对你们有利的事,毫不犹豫地予以坦诚提醒,别无他求,也不把任何东西看得比我们自身的职责更重。
" §21.23.13οἱ μὲν οὖν Ῥόδιοι ταῦτʼ εἰπόντες πᾶσιν ἐδόκουν μετρίως καὶ καλῶς διειλέχθαι περὶ τῶν προκειμένων.
” 罗得斯人说了这些话,在众人看来,他们对摆在面前的问题作了适度而精彩的阐述。

词汇与语法注释

  1. §21.23.1σωματοποιῆσαι — 不定式 σωματοποιῆσαι 意为“使具体化、强化”(常用于国家或势力)。其逻辑主语为省略的 ὑμᾶς,它与 τὸ μὴ καταβαλεῖν 并列,共同作为无人称动词 ἔξεστιν 的主语。
  2. §21.23.6κτησαμένους — 分词 κτησαμένους(宾格复数)用作不定式 διαφυλάξαι 的逻辑主语。指一般人或语境中“已经获得它们的你们(罗马人)”,在不定式作主语的结构中采用宾格。
  3. §21.23.12ἅ γε νομίζομεν ὑμῖν καὶ πρέπειν καὶ συμφέρειν — 关系代词 ἅ 作为主句动词 οὐκ ὠκνήσαμεν ὑπομνῆσαι 的直接宾语。在关系从句中,它作为依赖于 νομίζομεν 的不定式 πρέπειν 和 συμφέρειν 的主语。与格 ὑμῖν 受这两个不定式支配。

引用这一段

波利比奥斯, 历史 §21.23.1-21.23.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.23.1-21.23.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。