§2.8.1τοσοῦτον ἔκρινον ποιήσασθαι μνήμην.
关于他们,我决定只提及这么多。
οἱ δʼ Ἰλλυριοὶ καὶ κατὰ τοὺς ἀνωτέρω μὲν χρόνους συνεχῶς ἠδίκουν τοὺς πλοϊζομένους ἀπʼ Ἰταλίας· §2.8.2καθʼ οὓς δὲ καιροὺς περὶ τὴν Φοινίκην διέτριβον, καὶ πλείους ἀπὸ τοῦ στόλου χωριζόμενοι πολλοὺς τῶν Ἰταλικῶν ἐμπόρων ἔσθʼ οὓς μὲν ἐσύλησαν, οὓς δʼ ἀπέσφαξαν, οὐκ ὀλίγους δὲ καὶ ζωγρίᾳ τῶν ἁλισκομένων ἀνῆγον.
另一方面,伊利里亚人即使在更早的时期,也一直在不断地侵扰从意大利乘船出行的人;在他们滞留在波伊尼克周围的时期,许多脱离舰队的士兵对意大利商人进行了掠夺,有的遭到抢劫,有的遭到屠杀,还有不少人被生擒带走。
§2.8.3οἱ δὲ Ῥωμαῖοι παρακούοντες τὸν πρὸ τοῦ χρόνον τῶν ἐγκαλούντων τοῖς Ἰλλυριοῖς, τότε καὶ πλειόνων ἐπελθόντων ἐπὶ τὴν σύγκλητον, κατέστησαν πρεσβευτὰς εἰς τὴν Ἰλλυρίδα τοὺς ἐπίσκεψιν ποιησομένους περὶ τῶν προειρημένων Γάϊον καὶ Λεύκιον Κορογκανίους.
罗马人先前对于指控伊利里亚人的人充耳不闻,但此时由于有更多的人来到元老院控诉,他们便派遣盖乌斯和卢基乌斯·科伦卡尼乌斯作为使节前往伊利里亚,对上述事件进行调查。
§2.8.4ἡ δὲ Τεύτα, καταπλευσάντων πρὸς αὐτὴν τῶν ἐκ τῆς Ἠπείρου λέμβων, καταπλαγεῖσα τὸ πλῆθος καὶ τὸ κάλλος τῆς ἀγομένης κατασκευῆς — πολὺ γὰρ ἡ Φοινίκη διέφερε τότε τῶν κατὰ τὴν Ἤπειρον πόλεων εὐδαιμονίᾳ — διπλασίως ἐπερρώσθη πρὸς τὴν κατὰ τῶν Ἑλλήνων ἀδικίαν.
特乌塔在那些从伊庇鲁斯驶回她身边的快速船靠岸时,对带回来的物资的数量和美观感到惊叹——因为当时波伊尼克在富庶程度上远超伊庇鲁斯的其他城市——这使她对侵犯希腊人的恶行产生了加倍的冲动。
§2.8.5οὐ μὴν ἀλλὰ τότε μὲν ἐπέσχεν διὰ τὰς ἐγχωρίους ταραχάς, καταστησαμένη δὲ ταχέως τὰ κατὰ τοὺς ἀποστάντας Ἰλλυριοὺς ἐπολιόρκει τὴν Ἴσσαν διὰ τὸ ταύτην ἔτι μόνην ἀπειθεῖν αὐτῇ.
不过,当时她因国内的动乱而暂时隐忍,但在迅速平息了反叛的伊利里亚人之后,由于此时只有伊萨城仍不服从她,她便开始围攻伊萨。
§2.8.6κατὰ δὲ τὸν καιρὸν τοῦτον κατέπλευσαν οἱ τῶν Ῥωμαίων πρέσβεις· καὶ δοθέντος αὐτοῖς καιροῦ πρὸς ἔντευξιν διελέγοντο περὶ τῶν εἰς αὐτοὺς γεγονότων ἀδικημάτων.
正是在这个时候,罗马的使节乘船抵达;在获得会面机会后,他们就针对自己人所遭受的损害进行了交涉。
§2.8.7ἡ δὲ Τεύτα καθόλου μὲν παρʼ ὅλην τὴν κοινολογίαν ἀγερώχως καὶ λίαν ὑπερηφάνως αὐτῶν διήκουεν.
特乌塔在整个谈话过程中,态度傲慢且极其无礼地听取了他们的发言。
§2.8.8καταπαυσάντων δὲ τὸν λόγον, κοινῇ μὲν ἔφη πειρᾶσθαι φροντίζειν ἵνα μηδὲν ἀδίκημα γίνηται Ῥωμαίοις ἐξ Ἰλλυριῶν· ἰδίᾳ γε μὴν οὐ νόμιμον εἶναι τοῖς βασιλεῦσι κωλύειν Ἰλλυριοῖς τὰς κατὰ θάλατταν ὠφελείας.
当使节们发言完毕后,她说,在国家层面上,她会努力确保不让伊利里亚人对罗马人造成任何伤害;但在私人层面上,统治者去阻止伊利里亚人从海上获取利益,这并不符合他们的惯例。
§2.8.9ὁ δὲ νεώτερος τῶν πρεσβευτῶν δυσχεράνας ἐπὶ τοῖς εἰρημένοις ἐχρήσατο παρρησίᾳ καθηκούσῃ μέν, οὐδαμῶς δὲ πρὸς καιρόν.
年轻的那位使节对此番话感到愤怒,便用了一种虽说合理、却绝非合时宜的直白语气说道。
εἶπεν γὰρ ὅτι Ῥωμαίοις μέν, §2.8.10ὦ Τεύτα, κάλλιστον ἔθος ἐστὶ τὰ κατʼ ἰδίαν ἀδικήματα κοινῇ μεταπορεύεσθαι καὶ βοηθεῖν τοῖς ἀδικουμένοις· §2.8.11πειρασόμεθα δὴ θεοῦ βουλομένου σφόδρα καὶ ταχέως ἀναγκάσαι σε τὰ βασιλικὰ νόμιμα διορθώσασθαι πρὸς Ἰλλυριούς.
因为他说:“对罗马人而言,特乌塔啊,最优秀的习惯莫过于由国家来追究私人的冤屈,并向受害者提供援助;因此,在神灵保佑下,我们一定会非常强力且迅速地迫使你纠正对伊利里亚人的君王惯例。
§2.8.12ἡ δὲ γυναικοθύμως καὶ ἀλογίστως δεξαμένη τὴν παρρησίαν ἐπὶ τοσοῦτον ἐξωργίσθη πρὸς τὸ ῥηθὲν ὡς ὀλιγωρήσασα τῶν παρʼ ἀνθρώποις ὡρισμένων δικαίων ἀποπλέουσιν αὐτοῖς ἐπαποστεῖλαί τινας τὸν παρρησιασάμενον τῶν πρέσβεων ἀποκτεῖναι.
” 她以妇人式的愤怒和无理理智对待这番直言,对所说的话大为光火,以至于蔑视人类社会所公认的法律,在他们乘船返航时,派人去刺杀那位直言不讳的使节。
§2.8.13προσπεσόντος δὲ τοῦ γεγονότος εἰς τὴν Ῥώμην, διοργισθέντες ἐπὶ τῇ παρανομίᾳ τῆς γυναικὸς εὐθέως περὶ παρασκευὴν ἐγίνοντο καὶ στρατόπεδα κατέγραφον καὶ στόλον συνήθροιζον.
当这一事件传到罗马时,他们对这名妇人的无法无天感到愤怒,立即着手准备,征募军团并集结舰队。