§2.10.1κύρας, ἐλπίζοντες λύσειν τὴν πολιορκίαν.
尔库拉,希望能解除包围。
οἱ δʼ Ἰλλυριοὶ συμπαραλαβόντες Ἀκαρνάνων ναῦς κατὰ τὴν συμμαχίαν, οὔσας ἑπτὰ καταφράκτους, ἀνταναχθέντες συνέβαλλον τοῖς τῶν Ἀχαιῶν σκάφεσιν περὶ τοὺς καλουμένους Παξούς.
而伊利里亚人根据同盟协定,带上了阿卡纳尼亚人的七艘甲板船,出海迎击,在所谓的帕克索斯群岛附近与阿凯亚人的船只交战。
§2.10.2οἱ μὲν οὖν Ἀκαρνᾶνες καὶ τῶν Ἀχαϊκῶν νεῶν αἱ κατὰ τούτους ταχθεῖσαι πάρισον ἐποίουν τὸν ἀγῶνα καὶ διέμενον ἀκέραιοι κατὰ τὰς συμπλοκὰς πλὴν τῶν εἰς αὐτοὺς τοὺς ἄνδρας γινομένων τραυμάτων.
阿卡纳尼亚人以及与他们对阵的阿凯亚船只打得势均力敌,在交尾冲突中除了士兵受伤外,船体均完好无损。
§2.10.3οἱ δʼ Ἰλλυριοὶ ζεύξαντες τοὺς παρʼ αὑτῶν λέμβους ἀνὰ τέτταρας συνεπλέκοντο τοῖς πολεμίοις.
而伊利里亚人则将自己的快速船每四艘联结在一起,与敌人交战。
καὶ τῶν μὲν ἰδίων ὠλιγώρουν καὶ παραβάλλοντες πλαγίους συνήργουν ταῖς ἐμβολαῖς τῶν ὑπεναντίων.
他们不顾自己的船只,通过将船侧靠拢,反而配合了敌人的冲撞。
§2.10.4ὅτε δὲ τρώσαντα καὶ δεθέντα κατὰ τὰς ἐμβολὰς δυσχρήστως διέκειτο πρὸς τὸ παρὸν τὰ τῶν ἀντιπάλων σκάφη, προσκρεμαμένων αὐτοῖς περὶ τοὺς ἐμβόλους τῶν ἐζευγμένων λέμβων, τότʼ ἐπιπηδῶντες ἐπὶ τὰ καταστρώματα τῶν Ἀχαϊκῶν νεῶν κατεκράτουν διὰ τὸ πλῆθος τῶν ἐπιβατῶν.
当敌方的船只在冲撞中受损并被缠住、因联结在一起的快速船悬挂在其船首周围而暂时处于动弹不得的状态时,他们便跳上阿凯亚船只的甲板,凭借人数优势夺取了控制权。
§2.10.5καὶ τούτῳ τῷ τρόπῳ τεττάρων μὲν πλοίων ἐκυρίευσαν τετρηρικῶν, μίαν δὲ πεντήρη σὺν αὐτοῖς τοῖς ἀνδράσιν ἐβύθισαν, ἐφʼ ἧς ἔπλει Μάργος ὁ Καρυνεύς, ἀνὴρ πάντα τὰ δίκαια τῷ κοινῷ τῶν Ἀχαιῶν πολιτεύματι πεποιηκὼς μέχρι τῆς καταστροφῆς.
通过这种方式,他们夺取了四艘四级战船,并击沉了一艘五级战船及其全体船员,船上载有卡吕尼亚的马耳戈斯,他是一位直至生命终点都为阿凯亚人的共同联邦履行了所有义务的人。
§2.10.6οἱ δὲ πρὸς τοὺς Ἀκαρνᾶνας διαγωνιζόμενοι, συνιδόντες τὸ κατὰ τοὺς Ἰλλυριοὺς προτέρημα καὶ πιστεύοντες τῷ ταχυναυτεῖν, ἐπουρώσαντες ἀσφαλῶς τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν ἐποιήσαντο.
而那些与阿卡纳尼亚人交战的船只,在察觉到伊利里亚人占了上风后,凭借其船只航速快的优势,顺风安全地撤回了本国。
§2.10.7τὸ δὲ τῶν Ἰλλυριῶν πλῆθος φρονηματισθὲν ἐπὶ τῷ προτερήματι λοιπὸν ἤδη ῥᾳδίως ἐχρήσατο τῇ πολιορκίᾳ καὶ τεθαρρηκότως.
伊利里亚的大军因这次胜利而意气风发,此后便轻松而自信地进行包围战。
§2.10.8οἱ δὲ Κερκυραῖοι δυσελπιστήσαντες τοῖς ὅλοις ἐκ τῶν συμβεβηκότων, βραχὺν ἔτι χρόνον ὑπομείναντες τὴν πολιορκίαν συνέθεντο τοῖς Ἰλλυριοῖς καὶ παρεδέξαντο φρουρὰν καὶ μετὰ τῆς φρουρᾶς Δημήτριον τὸν Φάριον.
科尔库拉人因所发生的事情对全局感到绝望,在又坚守了很短一段时间的包围后,便与伊利里亚人达成协议,接纳了守备队,并随同守备队接纳了法罗斯的德米特里。
§2.10.9τούτων δὲ πραχθέντων εὐθέως οἱ τῶν Ἰλλυριῶν προεστῶτες ἀνήγοντο· καὶ κατάραντες εἰς τὴν Ἐπίδαμνον ταύτην πάλιν ἐπεβάλοντο πολιορκεῖν τὴν πόλιν.
这些事情办完后,伊利里亚人的指挥官们立即启航;他们在埃皮达姆诺斯登陆后,再次着手围攻该城。