§2.71.1τίνος δὲ χάριν ἐποιησάμεθα τὴν ἐπὶ πλεῖον ὑπὲρ τοῦ προειρημένου πολέμου μνήμην;
那么,我们为什么要对前述战争进行较为详细的叙述呢?
§2.71.2διότι τῶν καιρῶν τούτων συναπτόντων τοῖς ὑφʼ ὑμῶν ἱστορεῖσθαι μέλλουσι χρήσιμον ἐδόκει, μᾶλλον δʼ ἀναγκαῖον εἶναι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὸ ποιῆσαι πᾶσιν ἐναργῆ καὶ γνώριμον τὴν ὑπάρχουσαν περὶ Μακεδόνας καὶ τοὺς Ἕλληνας τότε κατάστασιν.
因为这些时期与我们即将叙述的事件相连接,按照最初的计划,使当时马其顿人和希腊人的既有状况对所有人而言都清晰易懂,似乎是有益的,甚至是必要的。
§2.71.3περὶ δὲ τοὺς αὐτοὺς καιροὺς καὶ Πτολεμαίου νόσῳ τὸν βίον μεταλλάξαντος Πτολεμαῖος ὁ κληθεὶς Φιλοπάτωρ διεδέξατο τὴν βασιλείαν.
大约在同一时期,托勒密也因病去世,被称为菲洛帕托尔的托勒密继承了王位。
§2.71.4μετήλλαξε δὲ καὶ Σέλευκος ὁ Σελεύκου τοῦ Καλλινίκου καὶ Πώγωνος ἐπικληθέντος· Ἀντίοχος δὲ διεδέξατο τὴν ἐν Συρίᾳ βασιλείαν, ἀδελφὸς ὢν αὐτοῦ.
被称为卡里尼科斯和波贡的塞琉古之子塞琉古也去世了;其兄弟安条克继承了叙利亚的王位。
§2.71.5παραπλήσιον γὰρ δή τι συνέβη τούτοις καὶ τοῖς πρώτοις μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν κατασχοῦσι τὰς ἀρχὰς ταύτας, λέγω δὲ Σελεύκῳ, Πτολεμαίῳ, Λυσιμάχῳ.
因为在他们身上发生的事情,与亚历山大去世后最初夺得这些统治权的人——即塞琉古、托勒密和利西马科斯——所经历的非常相似。
§2.71.6ἐκεῖνοί τε γὰρ πάντες περὶ τὴν εἰκοστὴν καὶ τετάρτην πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα μετήλλαξαν, καθάπερ ἐπάνω προεῖπον, οὗτοί τε περὶ τὴν ἐνάτην καὶ τριακοστήν.
因为正如我上面所说,那些先前的统治者都在第124届奥林匹亚德前后去世,而这些后来的统治者则在第139届前后去世。
§2.71.7ἡμεῖς δʼ ἐπειδὴ τὴν ἐπίστασιν καὶ προκατασκευὴν τῆς ὅλης ἱστορίας διεληλύθαμεν, διʼ ἧς ὑποδέδεικται πότε καὶ πῶς καὶ διʼ ἃς αἰτίας τῶν κατὰ τὴν Ἰταλίαν κρατήσαντες Ῥωμαῖοι πρῶτον ἐγχειρεῖν ἤρξαντο τοῖς ἔξω πράγμασι καὶ πρῶτον ἐτόλμησαν ἀμφισβητεῖν Καρχηδονίοις τῆς θαλάττης, §2.71.8ἅμα δὲ τούτοις καὶ τὴν περὶ τοὺς Ἕλληνας καὶ Μακεδόνας, ὁμοίως δὲ καὶ περὶ Καρχηδονίους ὑπάρχουσαν τότε κατάστασιν δεδηλώκαμεν, §2.71.9καθῆκον ἂν εἴη παραγεγονότας ἐπὶ τοὺς καιροὺς τούτους κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἐν οἷς ἔμελλον οἱ μὲν Ἕλληνες τὸν συμμαχικόν, Ῥωμαῖοι δὲ τὸν Ἀννιβιακόν, οἱ δὲ κατὰ τὴν Ἀσίαν βασιλεῖς τὸν περὶ Κοίλης Συρίας ἐνίστασθαι πόλεμον, §2.71.10καὶ τὴν βύβλον ταύτην ἀφορίζειν ἀκολούθως τῇ τε τῶν προγεγονότων πραγμάτων περιγραφῇ καὶ τῇ τῶν κεχειρικότων τὰ πρὸ τοῦ δυναστῶν καταστροφῇ.
既然我们已经完成了整个历史的引入和预备叙述,其中已经表明了在何时、以何种方式以及因何种原因,控制了意大利的罗马人开始首次着手国外事务,并首次敢于与迦太基人争夺海上霸权,同时我们也说明了当时希腊人和马其顿人、以及迦太基人的既有状况,那么,按照最初的计划,既然我们已经到达了这些时期——在这些时期中,希腊人即将展开同盟战争,罗马人展开汉尼拔战争,而亚洲的国王们展开关于柯里叙利亚的战争—— 那么结合过去事件的叙述完结以及此前主导事务的统治者们的离世,将本卷在此处结束应当是适当的。