§3.1.1ὅτι μὲν ἀρχὰς ὑποτιθέμεθα τῆς αὑτῶν πραγματείας τόν τε συμμαχικὸν καὶ τὸν Ἀννιβιακόν, πρὸς δὲ τούτοις τὸν περὶ Κοίλης Συρίας πόλεμον, ἐν τῇ πρώτῃ μὲν τῆς ὅλης συντάξεως, τρίτῃ δὲ ταύτης ἀνώτερον βύβλῳ δεδηλώκαμεν·
我们将同盟战争、汉尼拔战争以及此外关于柯里叙利亚的战争设为我们历史叙述的起点,这在整个著作的第一卷,以及在此之前的第三卷中已经表明。
§3.1.2ὁμοίως δὲ καὶ τὰς αἰτίας, διʼ ἃς ἀναδραμόντες τοῖς χρόνοις πρὸ τούτων τῶν καιρῶν συνεταξάμεθα τὰς πρὸ ταύτης βύβλους, ἐν αὐτῇ ʼκείνῃ διεσαφήσαμεν.
同样地,关于我们为何将时间追溯到这些时期之前、并编撰了在此之前的各卷的原因,我们也已在同一卷中予以澄清。
§3.1.3νῦν δὲ πειρασόμεθα τοὺς προειρημένους πολέμους καὶ τὰς αἰτίας, ἐξ ὧν ἐγένοντο καὶ διʼ ἃς ἐπὶ τοσοῦτον ηὐξήθησαν, μετʼ ἀποδείξεως ἐξαγγέλλειν, βραχέα προειπόντες ὑπὲρ τῆς αὑτῶν πραγματείας.
现在,我们将在对我们的历史叙述作简短的前言之后,努力伴随论证来叙述前述的各项战争,以及它们产生的原因和它们为何扩大到如此程度的原因。
§3.1.4ὄντος γὰρ ἑνὸς ἔργου καὶ θεάματος ἑνὸς τοῦ σύμπαντος, ὑπὲρ οὗ γράφειν ἐπικεχειρήκαμεν, τοῦ πῶς καὶ πότε καὶ διὰ τί πάντα τὰ γνωριζόμενα μέρη τῆς οἰκουμένης ὑπὸ τὴν Ῥωμαίων δυναστείαν ἐγένετο, §3.1.5τούτου δʼ ἔχοντος καὶ τὴν ἀρχὴν γνωριζομένην καὶ τὸν χρόνον ὡρισμένον καὶ τὴν συντέλειαν ὁμολογουμένην, χρήσιμον ἡγούμεθʼ εἶναι καὶ τὸ περὶ τῶν μεγίστων ἐν αὐτῷ μερῶν, ὅσα μεταξὺ κεῖται τῆς ἀρχῆς καὶ τοῦ τέλους, κεφαλαιωδῶς ἐπιμνησθῆναι καὶ προεκθέσθαι.
因为我们着手撰写的整个工作和单一奇观乃是:已知的居住世界的所有部分,是如何、在何时以及因何种原因落入罗马人的统治之下的;且既然这一过程具有为人所知的起点、限定的时间以及公认的终结,我们认为,对其中处于起点与终点之间的、属于它最大部分的那些事件,进行概括性的提及和预先展示,也是有益的。
§3.1.6μάλιστα γὰρ οὕτως ὑπολαμβάνομεν τοῖς φιλομαθοῦσι παρασκευάσειν ἱκανὴν ἔννοιαν τῆς ὅλης ἐπιβολῆς.
因为我们认为,以这种方式,我们将最能为乐于求知的人提供对整个计划的充分概念。
§3.1.7πολλὰ μὲν γὰρ προλαμβανούσης τῆς ψυχῆς ἐκ τῶν ὅλων πρὸς τὴν κατὰ μέρος τῶν πραγμάτων γνῶσιν, πολλὰ δʼ ἐκ τῶν κατὰ μέρος πρὸς τὴν τῶν ὅλων ἐπιστήμην, ἀρίστην ἡγούμενοι τὴν ἐξ ἀμφοῖν ἐπίστασιν καὶ θέαν ἀκόλουθον τοῖς εἰρημένοις ποιησόμεθα τὴν προέκθεσιν τῆς αὑτῶν πραγματείας.
因为心灵在很大程度上是从整体推及到对局部的认识,又从局部推及对整体的知识,我们认为结合两者的理解与考察是最好的,所以我们将按照所说的话,对我们的历史叙述进行预先的阐述。
§3.1.8τὴν μὲν οὖν καθόλου τῆς ὑποθέσεως ἔμφασιν καὶ τὴν περιγραφὴν ἤδη δεδηλώκαμεν.
关于主题的总体呈现和轮廓,我们此前已经说明。
§3.1.9τῶν δὲ κατὰ μέρος ἐν αὐτῇ γεγονότων ἀρχὰς μὲν εἶναι συμβαίνει τοὺς προειρημένους πολέμους, καταστροφὴν δὲ καὶ συντέλειαν τὴν κατάλυσιν τῆς ἐν Μακεδονίᾳ βασιλείας, χρόνον δὲ τὸν μεταξὺ τῆς ἀρχῆς καὶ τοῦ τέλους ἔτη πεντήκοντα τρία, §3.1.10περιέχεσθαι δʼ ἐν τούτῳ τηλικαύτας καὶ τοιαύτας πράξεις, ὅσας οὐδεὶς τῶν προγεγονότων καιρῶν ἐν ἴσῳ περιέλαβε διαστήματι.
至于在其中发生的局部事件,其起点恰好是前述的各项战争,终结与完成则是马其顿王国的消亡,而起点与终点之间的时间是五十三年;并且在这一期间,包含了如此巨大且如此性质的行动,是过去的任何时期在同等的时间跨度内都从未包罗过的。
§3.1.11περὶ ὧν ἀπὸ τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος ἀρξάμενοι τοιάνδε
关于这些,我们从第一百四十届奥林匹亚德开始,进行如下的……