§2.58.1θρωπίαν.
容。
μετὰ δὲ ταῦτα προορώμενοι τὰς ἐν αὑτοῖς στάσεις καὶ τὰς ὑπʼ Αἰτωλῶν καὶ Λακεδαιμονίων ἐπιβουλάς, πρεσβεύσαντες πρὸς τοὺς Ἀχαιοὺς ἠξίωσαν δοῦναι παραφυλακὴν αὑτοῖς.
此后,他们预见到内部的派系斗争以及埃托利亚人和拉刻代蒙人的阴谋,便派遣使节前往阿开亚人那里,请求派遣守备队保护他们。
§2.58.2οἱ δὲ πεισθέντες ἀπεκλήρωσαν ἐξ αὑτῶν τριακοσίους ἄνδρας· ὧν οἱ λαχόντες ὥρμησαν, ἀπολιπόντες τὰς ἰδίας πατρίδας καὶ τοὺς βίους, καὶ διέτριβον ἐν Μαντινείᾳ, παραφυλάττοντες τὴν ἐκείνων ἐλευθερίαν ἅμα καὶ σωτηρίαν.
阿开亚人被说服,从自己人中抽签选出三百人;中签者动身出发,告别了自己的祖国和生计,逗留在曼蒂内亚,同时守护着他们的自由与安全。
§2.58.3σὺν δὲ τούτοις καὶ μισθοφόρους διακοσίους ἐξέπεμψαν, οἳ μετὰ τῶν Ἀχαιῶν συνδιετήρουν τὴν ὑποκειμένην αὐτοῖς κατάστασιν.
除这些人外,他们还派遣了二百名雇佣兵,与阿开亚人一起共同维护曼蒂内亚现有的体制。
§2.58.4μετʼ οὐ πολὺ δὲ στασιάσαντες πρὸς σφᾶς οἱ Μαντινεῖς καὶ Λακεδαιμονίους ἐπισπασάμενοι τήν τε πόλιν ἐνεχείρισαν καὶ τοὺς παρὰ τῶν Ἀχαιῶν διατρίβοντας παρʼ αὑτοῖς κατέσφαξαν· οὗ μεῖζον παρασπόνδημα καὶ δεινότερον οὐδʼ εἰπεῖν εὐμαρές.
但没过多久,曼蒂内亚人内部发生内讧,他们引来拉刻代蒙人,不仅移交了城市,还屠杀了留在他们那里的阿开亚守军;这种背信弃义、惨无人道的行迹,简直令人难以言表。
§2.58.5ἐπειδὴ γὰρ ἔδοξε σφίσι καθόλου τὴν πρὸς τὸ ἔθνος χάριν καὶ φιλίαν ἀθετεῖν, τῶν γε προειρημένων ἀνδρῶν ἐχρῆν δήπου φεισαμένους ἐᾶσαι πάντας ὑποσπόνδους ἀπελθεῖν· §2.58.6τοῦτο γὰρ καὶ τοῖς πολεμίοις ἔθος ἐστὶ συγχωρεῖσθαι κατὰ τοὺς κοινοὺς τῶν ἀνθρώπων νόμους.
因为,即便他们决定完全背弃对阿开亚同盟的恩义与友谊,他们也理当宽容对待上述那些人,允许他们所有人根据协议安全撤离;因为根据人类的共同法律,即使是对敌人,通常也会允许这样做。
§2.58.7οἱ δʼ ἵνα Κλεομένει καὶ Λακεδαιμονίοις ἱκανὴν παράσχωνται πίστιν πρὸς τὴν ἐνεστῶσαν ἐπιβολήν, τὰ κοινὰ τῶν ἀνθρώπων δίκαια παραβάντες τὸ μέγιστον ἀσέβημα κατὰ προαίρεσιν ἐπετέλεσαν.
然而,他们为了向克莱奥美尼和拉刻代蒙人提供对当前企图的充分保证,竟然违背了人类共同的正义,蓄意犯下了最大的不敬之罪。
§2.58.8τὸ γὰρ τούτων αὐτόχειρας γενέσθαι καὶ τιμωροὺς οἵτινες πρότερον μὲν κατὰ κράτος λαβόντες αὐτοὺς ἀθῴους ἀφῆκαν, τότε δὲ τὴν ἐκείνων ἐλευθερίαν καὶ σωτηρίαν ἐφύλαττον, πηλίκης ὀργῆς ἐστιν ἄξιον;
对于那些之前在武力占领他们后却放他们无伤离去、而当时又在保护他们自由和安全的人,他们竟然亲手成为其刽子手和惩罚者,这该激起多么巨大的愤怒?
§2.58.9τί δʼ ἂν παθόντες οὗτοι δίκην δόξαιεν ἁρμόζουσαν δεδωκέναι;
他们要遭受怎样的惩罚,才算付出了相称的代价?
τυχὸν ἴσως εἴποι τις ἄν, πραθέντες μετὰ τέκνων καὶ γυναικῶν, ἐπεὶ κατεπολεμήθησαν.
也许有人会说,在他们被彻底征服时,将他们与妻子、儿女一同卖为奴隶。
§2.58.10ἀλλὰ τοῦτό γε καὶ τοῖς μηθὲν ἀσεβὲς ἐπιτελεσαμένοις κατὰ τοὺς τοῦ πολέμου νόμους ὑπόκειται παθεῖν.
然而,根据战争法,即使是那些没有犯下任何不敬罪行的人,也同样要面临这种遭遇。
οὐκοῦν ὁλοσχερεστέρας τινὸς καὶ μείζονος τυχεῖν ἦσαν ἄξιοι τιμωρίας,
因此,他们理应受到更彻底、更沉重的惩罚。
§2.58.11ὥστʼ εἴπερ ἔπαθον ἃ Φύλαρχός φησιν, οὐκ ἔλεον εἰκὸς ἦν συνεξακολουθεῖν αὐτοῖς παρὰ τῶν Ἑλλήνων, ἔπαινον δὲ καὶ συγκατάθεσιν μᾶλλον τοῖς πράττουσι καὶ μεταπορευομένοις τὴν ἀσέβειαν αὐτῶν.
所以,如果他们真的遭遇了菲拉尔科斯所说的那些痛苦,希腊人理所当然不会同情他们,反而会对那些执行惩罚、追究其不敬罪行的人给予赞赏和支持。
§2.58.12ἀλλʼ ὅμως οὐδενὸς περαιτέρω συνεξακολουθήσαντος Μαντινεῦσι κατὰ τὴν περιπέτειαν πλὴν τοῦ διαρπαγῆναι τοὺς βίους καὶ πραθῆναι τοὺς ἐλευθέρους, ὁ συγγραφεὺς αὐτῆς τῆς τερατείας χάριν οὐ μόνον ψεῦδος εἰσήνεγκε τὸ ὅλον, §2.58.13ἀλλὰ καὶ τὸ ψεῦδος ἀπίθανον, καὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀγνοίας οὐδὲ τὸ παρακείμενον ἠδυνήθη συνεπιστῆσαι, πῶς οἱ αὐτοὶ κατὰ τοὺς αὐτοὺς καιροὺς κυριεύσαντες Τεγεατῶν κατὰ κράτος οὐδὲν τῶν ὁμοίων ἔπραξαν.
然而,尽管在这场灾祸中,曼蒂内亚人除了财产被掠夺、自由人被卖为奴隶之外,并未遭受更进一步的惩罚,这位历史学家为了追求奇闻异事,不仅整体上捏造了谎言,而且这个谎言荒诞不经,甚至由于他极度无知,连眼前的事实都未能注意到,即同样是这些人在同一时期用武力占领了特格亚人,却完全没有做出任何类似的事情。
§2.58.14καίτοι γʼ εἰ μὲν ἡ τῶν πραττόντων ὠμότης ἦν αἰτία, καὶ τούτους εἰκὸς ἦν πεπονθέναι ταὐτὰ τοῖς ὑπὸ τὸν αὐτὸν ὑποπεπτωκόσι καιρόν.
然而,如果施暴者的残暴是原因,那么在同一时期落入其手的特格亚人,按理说也应该遭受同样的命运。
§2.58.15εἰ δὲ περὶ μόνους γέγονε Μαντινεῖς ἡ διαφορά, φανερὸν ὅτι καὶ τὴν αἰτίαν τῆς ὀργῆς ἀνάγκη διαφέρουσαν γεγονέναι περὶ τούτους.
但如果这种差异仅发生在曼蒂内亚人身上,显然,针对他们的愤怒原因也必然是不同的。