Humanitext Reader

波利比奥斯 · 历史 §2.60.1-2.60.8

阿里斯托马科斯的背信与受处决的正当性

第 148 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯为阿开亚同盟和安提柯对阿里斯托马科斯的处置进行辩护,强烈谴责其背叛同盟并投靠敌人的背信弃义之举。

§2.60.1τῶν προγόνων ἀσεβήματα· μακρὸν γάρ.
……以及他祖先的种种不敬之罪,因为这说来话长。
διόπερ οὐκ εἴ τινι τῶν ὁμοίων περιέπεσε δεινὸν ἡγητέον, πολὺ δὲ δεινότερον, εἰ μηδενὸς τούτων πεῖραν λαβὼν ἀθῷος ἀπέθανεν.
因此,如果他落入任何类似的悲惨境地,我们不应视为可怕,相反,如果他未尝受其中任何一种惩罚就无罪而死,那才要可怕得多。
§2.60.2οὐδʼ Ἀντιγόνῳ προσαπτέον οὐδʼ Ἀράτῳ παρανομίαν, ὅτι λαβόντες κατὰ πόλεμον ὑποχείριον τύραννον στρεβλώσαντες ἀπέκτειναν, ὅν γε καὶ κατʼ αὐτὴν τὴν εἰρήνην τοῖς ἀνελοῦσι καὶ τιμωρησαμένοις ἔπαινος καὶ τιμὴ συνεξηκολούθει παρὰ τοῖς ὀρθῶς λογιζομένοις.
我们也不应将违法罪名归咎于安提柯或阿拉图斯,因为他们在战争中俘获了一名僭主并将其施以酷刑处死;在明辨是非的人看来,即使是在和平时期,对杀害和惩罚此类僭主的人,也是相伴着赞美与荣誉的。
§2.60.3ὅτε δὲ χωρὶς τῶν προειρημένων καὶ τοὺς Ἀχαιοὺς παρεσπόνδησεν, τί παθεῖν ἦν ἄξιος;
更何况,除了前述种种,他还背叛了与阿开亚人的盟约,他又理应遭受怎样的惩罚呢?
§2.60.4ἐκεῖνος γὰρ ἀπέθετο μὲν τὴν τυραννίδα χρόνοις οὐ πολλοῖς πρότερον, ὑπὸ τῶν καιρῶν συγκλειόμενος διὰ τὸν Δημητρίου θάνατον, ἀνελπίστως δὲ τῆς ἀσφαλείας ἔτυχε περισταλεὶς ὑπὸ τῆς τῶν Ἀχαιῶν πρᾳότητος καὶ καλοκἀγαθίας· §2.60.5οἵτινες οὐ μόνον αὐτὸν τῶν ἐκ τῆς τυραννίδος ἀσεβημάτων ἀζήμιον ἐποίησαν, ἀλλὰ καὶ προσλαβόντες εἰς τὴν πολιτείαν τὴν μεγίστην τιμὴν περιέθεσαν, ἡγεμόνα καὶ στρατηγὸν καταστήσαντες σφῶν αὐτῶν.
因为他在不久前,因德米特里之死而陷入困境,被迫放弃了僭主统治,但出乎意料地,在阿开亚人的温和与高尚品质保护下获得了安全;阿开亚人不仅免除了他因僭主统治而犯下的不敬之罪,而且还接纳他加入其城邦,赋予其最高的荣誉,任命他为他们自己的领袖和将军。
§2.60.6ὁ δʼ ἐπιλαθόμενος τῶν προειρημένων φιλανθρώπων παρὰ πόδας, ἐπεὶ μικρὸν ἐπικυδεστέρας ἔσχε τὰς ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος ἐν Κλεομένει, τήν τε πατρίδα καὶ τὴν ἑαυτοῦ προαίρεσιν ἀποσπάσας ἀπὸ τῶν Ἀχαιῶν ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς προσένειμε τοῖς ἐχθροῖς.
但他却转眼忘却了上述恩惠,当他在克利奥米尼那里看到对未来稍微更光明的希望时,就在最紧要的关头,将他的祖国和他自己的政治立场从阿开亚人那里拉扯出来,投向了敌人。
§2.60.7ὃν ὑποχείριον γενόμενον οὐκ ἐν Κεγχρεαῖς ἔδει τὴν νύκτα στρεβλούμενον ἀποθανεῖν, ὡς Φύλαρχός φησιν, περιαγόμενον δʼ εἰς τὴν Πελοπόννησον καὶ μετὰ τιμωρίας παραδειγματιζόμενον οὕτως ἐκλιπεῖν τὸ ζῆν.
当他落入其手时,他不该如菲拉科斯所说的那样,夜间在肯克里亚死于酷刑,而应当被押解巡游整个伯罗奔尼撒,并在惩罚中以儆效尤,以此结束生命。
§2.60.8ἀλλʼ ὅμως τοιοῦτος ὢν οὐδενὸς ἔτυχε δεινοῦ πλὴν τοῦ καταποντισθῆναι διὰ τῶν ἐπὶ ταῖς Κεγχρεαῖς τεταγμένων.
但尽管如此,对于这样一个恶人,除了被肯克里亚的驻军投入海中淹死之外,他并未遭受任何可怕的惩罚。

词汇与语法注释

  1. §2.60.1τῶν προγόνων ἀσεβήματα — 前章末尾(§2.59.10)的及物动词 παρίημι(省略)的宾语。句法跨越了章节划分而延续。
  2. §2.60.1δεινὸν ἡγητέον — 表示必要性的动词性形容词,暗示了一个不确定的施事者作为主语(“我们应当认为”)。条件从句 εἴ τινι τῶν ὁμοίων περιέπεσε 作为该形容词支配的实质上的主语或宾语从句。
  3. §2.60.6παρὰ πόδας — 直译为“在脚边”,在此比喻性地用作副词性习语,意为“立刻”、“随即”。
  4. §2.60.8πλὴν τοῦ καταποντισθῆναι — 介词 πλήν(除……之外)支配带有冠词的属格不定式(τοῦ καταποντισθῆναι,被动不定过去时),意为“除了被淹死”。

引用这一段

波利比奥斯, 历史 §2.60.1-2.60.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.60.1-2.60.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。