§2.54.1Σπάρτην.
斯巴达。
ὁ δʼ Ἀντίγονος ἀσφαλῶς εἰς τὴν Πελοπόννησον εἰσελθὼν παρέλαβε τὸν Ἀκροκόρινθον, οὐδένα δὲ χρόνον μείνας εἴχετο τῶν προκειμένων καὶ παρῆν εἰς Ἄργος.
而安提柯安全地进入伯罗奔尼撒之后,接管了阿克罗科林斯,并且毫不耽搁,立即着手处理眼前的事务,来到了阿尔戈斯。
§2.54.2ἐπαινέσας δὲ τοὺς Ἀργείους καὶ καταστησάμενος τὰ κατὰ τὴν πόλιν αὖθις ἐκ ποδὸς ἐκίνει, ποιούμενος τὴν πορείαν ὡς ἐπʼ Ἀρκαδίας.
在赞扬了阿尔戈斯人并整顿了该城的事务之后,他立即再次开拔,向着阿卡迪亚方向行军。
§2.54.3ἐκβαλὼν δὲ τὰς φρουρὰς ἐκ τῶν ἐποικοδομηθέντων χωρίων ὑπὸ Κλεομένους κατά τε τὴν Αἰγῦτιν καὶ Βελμινᾶτιν χώραν καὶ παραδοὺς τὰ φρούρια Μεγαλοπολίταις ἧκε πρὸς τὴν τῶν Ἀχαιῶν σύνοδον εἰς Αἴγιον.
在将守军驱逐出克莱奥美尼在埃吉提斯和贝尔米纳提斯地区所建的防御据点,并将这些要塞移交给梅加洛波利斯人之后,他前往艾吉乌姆参加阿开亚人的同盟会议。
§2.54.4ἀπολογισάμενος δὲ περὶ τῶν καθʼ αὑτὸν καὶ χρηματίσας περὶ τῶν μελλόντων, ἔτι δὲ κατασταθεὶς ἡγεμὼν ἁπάντων τῶν συμμάχων, §2.54.5μετὰ ταῦτα χρόνον μέν τινα παραχειμάζων διέτριβε περὶ Σικυῶνα καὶ Κόρινθον.
在交代了自己的行动并商讨了未来的计划之后,此外他还被任命为全体盟军的统帅,在此之后,他有一段时间在西基翁和科林斯一带过冬。
τῆς δʼ ἐαρινῆς ὥρας ἐνισταμένης ἀναλαβὼν τὰς δυνάμεις προῆγε.
当春季即将来临时,他率领军队继续前进。
§2.54.6καὶ διανύσας τριταῖος πρὸς τὴν τῶν Τεγεατῶν πόλιν, ἀπηντηκότων καὶ τῶν Ἀχαιῶν ἐνταῦθα, περιστρατοπεδεύσας ἤρξατο πολιορκεῖν αὐτήν.
他在第三天抵达了特格亚人的城市,阿开亚人也在那里与他会合,他便在城外安营扎寨,开始围攻该城。
§2.54.7τῶν δὲ Μακεδόνων ἐνεργῶς χρωμένων τῇ τε λοιπῇ πολιορκίᾳ καὶ τοῖς ὀρύγμασι, ταχέως ἀπελπίσαντες οἱ Τεγεᾶται τὴν σωτηρίαν παρέδοσαν αὑτούς.
由于马其顿人积极地采用其余的围攻手段和挖掘坑道,特格亚人很快对生还感到绝望,并向他投降。
§2.54.8ὁ δʼ Ἀντίγονος ἀσφαλισάμενος τὰ κατὰ τὴν πόλιν εἴχετο κατὰ τὸ συνεχὲς τῶν ἑξῆς καὶ προῆγε κατὰ σπουδὴν εἰς τὴν Λακωνικήν.
安提柯在确保了城内局势的安全后,继续接连进行接下来的行动,急忙向拉科尼亚进军。
§2.54.9ἐγγίσας δὲ τῷ Κλεομένει προκαθημένῳ τῆς ἑαυτοῦ χώρας κατεπείραζε καὶ συνίστατό τινας ἀκροβολισμούς.
在接近守卫在自己领土前的克莱奥美尼时,他进行了试探,并展开了一些小规模的交火。
§2.54.10προσπεσόντος δὲ διὰ τῶν κατασκόπων αὐτῷ τοὺς ἐξ Ὀρχομενοῦ στρατιώτας παραβεβοηθηκέναι πρὸς τὸν Κλεομένη, παραυτίκα ποιησάμενος ἀναζυγὴν ἠπείγετο.
当侦察兵向他报告说来自奥尔科美诺斯的士兵已经赶来援助克莱奥美尼时,他立即拔营急行军。
§2.54.11καὶ τὸν μὲν Ὀρχομενὸν ἐξ ἐφόδου κατὰ κράτος εἷλε· μετὰ δὲ ταῦτα περιστρατοπεδεύσας τὴν τῶν Μαντινέων ἐπολιόρκει πόλιν.
他通过突袭强攻夺取了奥尔科美诺斯;此后,他在城外安营,围攻曼蒂内亚人的城市。
§2.54.12ταχὺ δὲ καὶ ταύτην καταπληξαμένων τῶν Μακεδόνων καὶ λαβόντων ὑποχείριον, ἀναζεύξας προῆγε τὴν ἐφʼ Ἡραίας καὶ Τελφούσης.
当马其顿人很快震慑了该城并将其控制之后,他拔营向赫赖亚和特尔普萨方向前进。
§2.54.13παραλαβὼν δὲ καὶ ταύτας τὰς πόλεις, ἐθελοντὴν προσχωρησάντων αὐτῷ τῶν κατοικούντων, οὕτως ἤδη συνάπτοντος τοῦ χειμῶνος παρῆν εἰς Αἴγιον πρὸς τὴν τῶν Ἀχαιῶν σύνοδον.
在接管了这些城市(因为那里的居民自愿归顺他)之后,此时正值冬季临近,他来到了艾吉乌姆参加阿开亚人的会议。
§2.54.14καὶ τοὺς μὲν Μακεδόνας ἐπʼ οἴκου διαφῆκε πάντας εἰς τὴν χειμασίαν, αὐτὸς δὲ τοῖς Ἀχαιοῖς διελέγετο καὶ συνδιενοεῖτο περὶ τῶν ἐνεστώτων.
他让所有马其顿人都回国过冬,而他自己则与阿开亚人商谈,共同筹划眼前的事务。