Humanitext Reader

波利比奥斯 · 历史 §2.53.1-2.53.6

阿尔戈斯起义与克莱奥美尼撤退

第 141 段,共 1311 段 · 希腊语

内容简介

阿开亚人援助在阿尔戈斯起义的阿里斯托特勒并占领了该城,克莱奥美尼被迫放弃在地峡的战略优势进行撤退,且在夺回阿尔戈斯的尝试失败后继续退却。

§2.53.1όδου τὸν Ἀντίγονον.
安提柯的进入。
οἱ δʼ Ἀχαιοί, καίπερ οὐ μετρίως ἠλαττωμένοι τοῖς ὅλοις, ὅμως οὐκ ἀφίσταντο τῆς προθέσεως οὐδʼ ἐγκατέλειπον τὰς ἐν αὑτοῖς ἐλπίδας, §2.53.2ἀλλʼ ἅμα τῷ τὸν Ἀριστοτέλη τὸν Ἀργεῖον ἐπαναστῆναι τοῖς Κλεομενισταῖς βοηθήσαντες καὶ παρεισπεσόντες μετὰ Τιμοξένου τοῦ στρατηγοῦ κατέλαβον τὴν τῶν Ἀργείων πόλιν.
而阿开亚人,虽然在整体局势上遭受了不小的挫折,但仍不放弃原有的意图,也没有放弃对自身的希望,而是,在阿尔戈斯人阿里斯托特勒反抗克莱奥美尼派的同时,他们便赶往援助,并与将军蒂莫克塞诺斯一同潜入,占领了阿尔戈斯人的城市。
§2.53.3ὃ δὴ καὶ νομιστέον αἰτιώτατον γεγονέναι πραγμάτων κατορθώσεως.
这确实必须被认为是使事态转败为胜的最主要原因。
τὸ γὰρ ἐπιλαβόμενον τῆς ὁρμῆς τοῦ Κλεομένους καὶ προηττῆσαν τὰς ψυχὰς τῶν δυνάμεων τοῦτʼ ἦν, ὡς ἐξ αὐτῶν φανερὸν ἐγένετο τῶν πραγμάτων.
因为挫败克莱奥美尼的锐气并预先击碎其军队斗志的正是这一点,这从后来的事实中得到了充分的证明。
§2.53.4καὶ γὰρ τόπους εὐφυεστέρους προκατέχων καὶ χορηγίαις δαψιλεστέραις Ἀντιγόνου χρώμενος καὶ τόλμῃ καὶ φιλοτιμίᾳ μείζονι παρωρμημένος, §2.53.5ὅμως ἅμα τῷ προσπεσεῖν αὐτῷ διότι κατειλῆφθαι συμβαίνει τὴν τῶν Ἀργείων πόλιν ὑπὸ τῶν Ἀχαιῶν, εὐθὺς ἀνάσπαστος, ἀπολιπὼν τὰ προδεδηλωμένα προτερήματα, φυγῇ παραπλησίαν ἐποιεῖτο τὴν ἀποχώρησιν, δείσας μὴ πανταχόθεν αὐτὸν περιστῶσιν οἱ πολέμιοι.
因为,尽管他预先占领了更为有利的地形,并且拥有比安提柯更为丰富的物资供应,同时受到更大的勇气和名誉心的鼓舞,然而,一旦有消息传来,说阿尔戈斯人的城市已被阿开亚人占领,他便立刻拔营,放弃了上述优势,进行了一场近乎逃跑的撤退,因为他害怕敌人从四面八方将他包围。
§2.53.6παραπεσὼν δʼ εἰς Ἄργος καὶ κατὰ ποσὸν ἀντιποιησάμενος τῆς πόλεως, μετὰ ταῦτα γενναίως μὲν τῶν Ἀχαιῶν, φιλοτίμως δὲ τῶν Ἀργείων ἐκ μεταμελείας αὐτὸν ἀμυναμένων, ἀποπεσὼν καὶ ταύτης τῆς ἐπιβολῆς καὶ ποιησάμενος τὴν πορείαν διὰ Μαντινείας οὕτως ἐπανῆλθεν εἰς τὴν
随后他急行军至阿尔戈斯,企图在一定程度上夺回该城,但此后阿开亚人英勇抵抗,阿尔戈斯人也因悔悟而热心地击退了他,他这一企图也告失败,于是取道曼蒂内亚,就这样回到了...

词汇与语法注释

  1. 2.53.1όδου — 此词是前一分卷末尾 `τῆς εἰς` 的延续(构成 `εἰσόδου` 或 `ὁδοῦ`),用以补足前文动词 `κωλύσαι`(阻止)所支配的属格成分。
  2. 2.53.2ἅμα τῷ τὸν Ἀριστοτέλη τὸν Ἀργεῖον ἐπαναστῆναι — `ἅμα τῷ` 与不定式 `ἐπαναστῆναι` 连用,构成表示“与……同时”的时间副词短语。宾格的 `τὸν Ἀριστοτέλη τὸν Ἀργεῖον` 作该不定式的逻辑主语。
  3. 2.53.3ὃ δὴ καὶ νομιστέον αἰτιώτατον γεγονέναι πραγμάτων κατορθώσεως — 关系代名词 `ὃ` 以指代前文整件事为先行词,并在由动形词无人称表达 `νομιστέον`(应当认为)所引导的“宾格加不定式”结构中充当 `γεγονέναι` 的主语。
  4. 2.53.5ἅμα τῷ προσπεσεῖν αὐτῷ διότι κατειλῆφθαι συμβαίνει τὴν τῶν Ἀργείων πόλιν ὑπὸ τῶν Ἀχαιῶν — 短语 `ἅμα τῷ προσπεσεῖν αὐτῷ`(消息传到他那里时)后接引导陈述内容的 `διότι` 从句。在从句中,无人称动词 `συμβαίνει`(发生……事)以“宾格加不定式”结构 `κατειλῆφθαι... τὴν πόλιν` 作为其主语。
  5. 2.53.6γενναίως μὲν τῶν Ἀχαιῶν, φιλοτίμως δὲ τῶν Ἀργείων ἐκ μεταμελείας αὐτὸν ἀμυναμένων — 这是一个属格独立结构(Genitive Absolute),其中 `γενναίως μὲν τῶν Ἀχαιῶν`(阿开亚人勇敢地)与 `φιλοτίμως δὲ τῶν Ἀργείων`(阿尔戈斯人因悔悟而热心地)作并列的逻辑主语,现在分词 `ἀμυναμένων` 作逻辑谓语。

引用这一段

波利比奥斯, 历史 §2.53.1-2.53.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.53.1-2.53.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。