Humanitext Reader

波利比奥斯 · 历史 §2.55.1-2.55.9

克莱奥美尼突袭并摧毁梅加洛波利斯

第 143 段,共 1311 段 · 希腊语

内容简介

描述克莱奥美尼如何利用马其顿军队解散的机会突袭梅加洛波利斯,在遭遇激烈抵抗后仍攻占并彻底摧毁了该城,并评述了梅加洛波利斯人非凡的忠诚。

§2.55.1κατὰ δὲ τοὺς καιροὺς τούτους συνθεωρῶν ὁ Κλεομένης τὰς μὲν δυνάμεις διαφειμένας, τὸν δʼ Ἀντίγονον μετὰ τῶν μισθοφόρων ἐν Αἰγίῳ διατρίβοντα καὶ τριῶν ἡμερῶν ὁδὸν ἀφεστῶτα τῆς Μεγάλης πόλεως, §2.55.2τὴν δὲ πόλιν ταύτην εἰδὼς δυσφύλακτον οὖσαν διὰ τὸ μέγεθος καὶ τὴν ἐρημίαν, τότε δὲ καὶ ῥᾳθύμως τηρουμένην διὰ τὴν Ἀντιγόνου παρουσίαν, τὸ δὲ μέγιστον, ἀπολωλότας τοὺς πλείστους τῶν ἐν ταῖς ἡλικίαις ἔν τε τῇ περὶ τὸ Λύκαιον καὶ μετὰ ταῦτα τῇ περὶ Λαδόκεια μάχῃ, §2.55.3λαβὼν συνεργούς τινας τῶν ἐκ Μεσσήνης φυγάδων, οἳ διατρίβοντες ἐτύγχανον ἐν τῇ Μεγάλῃ πόλει, παρεισῆλθε διὰ τούτων λάθρᾳ νυκτὸς ἐντὸς τῶν τειχῶν.
在这个时候,克莱奥美尼考虑到马其顿各军已被解散,而安提柯则带着雇佣兵留在艾吉乌姆,距离梅加洛波利斯有三天的路程,并且他深知这座城市由于规模庞大且人口稀少而难以防守,而且当时因为安提柯在场而防备松懈,最重要的是,大多数适龄服役的青年已在吕凯翁山战役以及随后的拉多凯亚战役中丧生,他便争取到当时恰好在梅加洛波利斯逗留的某些美塞尼亚流亡者作为内应,通过他们,在夜间秘密潜入了城墙之内。
§2.55.4τῆς δʼ ἡμέρας ἐπιγενομένης παρʼ ὀλίγον ἦλθε τοῦ μὴ μόνον ἐκπεσεῖν, ἀλλὰ καὶ τοῖς ὅλοις κινδυνεῦσαι διὰ τὴν εὐψυχίαν τῶν Μεγαλοπολιτῶν.
可是到了天亮时,由于梅加洛波利斯人的英勇,他不仅差点被驱逐出去,甚至险些满盘皆输。
§2.55.5ὃ δὴ καὶ τρισὶ μησὶ πρότερον αὐτῷ συνέβη παθεῖν παρεισπεσόντι κατὰ τὸν Κωλαιὸν προσαγορευόμενον τόπον τῆς πόλεως.
这正是三个月前他潜入该城被称为科莱奥斯的地点时所遭遇过的同样下场。
§2.55.6τότε δὲ τῷ πλήθει τῆς δυνάμεως καὶ τῷ προκαταλαμβάνεσθαι τοὺς εὐκαίρους τόπους καθίκετο τῆς ἐπιβολῆς καὶ πέρας ἐκβαλὼν τοὺς Μεγαλοπολίτας κατέσχε τὴν πόλιν.
但这一次,凭借庞大的兵力和预先占据的有利地形,他达成了企图,最终驱逐了梅加洛波利斯人,占领了这座城市。
§2.55.7γενόμενος δʼ ἐγκρατὴς οὕτως αὐτὴν πικρῶς διέφθειρεν καὶ δυσμενῶς ὥστε μηδʼ ἐλπίσαι μηδένα διότι δύναιτʼ ἂν συνοικισθῆναι πάλιν.
在得手之后,他极其残酷且满怀敌意地摧毁了这座城市,以至于谁也无法指望它还能再次重建。
§2.55.8τοῦτο δὲ ποιῆσαί μοι δοκεῖ διὰ τὸ κατὰ τὰς τῶν καιρῶν περιστάσεις παρὰ μόνοις Μεγαλοπολίταις καὶ Στυμφαλίοις μηδέποτε δυνηθῆναι μήθʼ αἱρετιστὴν καὶ κοινωνὸν τῶν ἰδίων ἐλπίδων μήτε προδότην κατασκευάσασθαι.
在我看来,他之所以这样做,是因为在各种局势动荡中,唯独在梅加洛波利斯人和斯廷法洛斯人当中,他从未能够拉拢到任何一个支持并共享其野心的人,也未能收买到任何叛徒。
§2.55.9τὸ μὲν γὰρ Κλειτορίων φιλελεύθερον καὶ γενναῖον εἷς ἀνὴρ κατῄσχυνε διὰ τὴν ἑαυτοῦ κακίαν, Θεάρκης· ὃν εἰκότως ἐξαρνοῦνται Κλειτόριοι μὴ φῦναι παρὰ σφίσι, γενέσθαι δʼ ὑποβολιμαῖον ἐξ Ὀρχομενοῦ τῶν ἐπηλύδων τινὸς στρατιωτῶν.
因为克莱托里人热爱自由且高尚的品质,竟被一个名叫泰阿尔克斯的人因自身的邪恶而玷污了;克莱托里人理所当然地否认他出生在他们中间,而是说他是来自奥尔科美诺斯的某个外来士兵的冒名私生子。

词汇与语法注释

  1. §2.55.2ἀπολωλότας τοὺς πλείστους — 作为 `εἰδὼς`(知道)的补足分词,与宾格 `τοὺς πλείστους` 连用,表示“知道他们的大多数人已经阵亡”。
  2. §2.55.4παρʼ ὀλίγον ἦλθε τοῦ μὴ μόνον ἐκπεσεῖν — 短语 `παρʼ ὀλίγον ἐλθεῖν` 后接带有多余否定词 `μή` 的属格不定式 `τοῦ μὴ ἐκπεσεῖν`,意为“差一点就被驱逐”或“险些遭遇某事”。
  3. §2.55.8διὰ τὸ ... μηδέποτε δυνηθῆναι — 介词 `διά` 支配带冠词的不定式 `τὸ ... δυνηθῆναι`,用以表示原因。该不定式的逻辑主语是克莱奥美尼(主句主语),意为“因为他从未能够……”。
  4. §2.55.9ἐξαρνοῦνται ... μὴ φῦναι — 表示否定的动词 `ἐξαρνοῦνται`(否认)后接带有赘余否定词 `μή` 的不定式 `μὴ φῦναι`,表示“否认他出生在他们中间”。

引用这一段

波利比奥斯, 历史 §2.55.1-2.55.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.55.1-2.55.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。