Humanitext Reader

波利比奥斯 · 历史 §2.42.1-2.42.7

记述阿开亚同盟复兴史的缘由

第 130 段,共 1311 段 · 希腊语

内容简介

波里比阿解释了他追溯阿开亚同盟重组历史的原因:一方面是为了阐明重组的经过与发起人,另一方面是为了用史实证明,阿开亚人始终秉持争取自由与平等发言权的宗旨,绝非为了谋取私利。

§2.42.1τίνος οὖν χάριν ἐπὶ τοὺς χρόνους τούτους ἀνέδραμον;
那么,我究竟是为了什么才上溯到这些时期的呢?
ἵνα πρῶτον μὲν γένηται συμφανὲς πῶς καὶ κατὰ ποίους καιροὺς καὶ τίνες πρῶτοι τῶν ἐξ ἀρχῆς Ἀχαιῶν αὖθις ἐποιήσαντο τὴν ἐπιβολὴν τῆς νῦν συστάσεως, §2.42.2δεύτερον δʼ ἵνα καὶ τὰ τῆς προαιρέσεως μὴ μόνον διὰ τῆς ἡμετέρας ἀποφάσεως, ἀλλὰ καὶ διʼ αὐτῶν τῶν πραγμάτων πίστεως τυγχάνῃ, διότι μία τις ἀεὶ τῶν Ἀχαιῶν αἵρεσις ὑπῆρχε, §2.42.3καθʼ ἣν προτείνοντες μὲν τὴν παρʼ αὑτοῖς ἰσηγορίαν καὶ παρρησίαν, πολεμοῦντες δὲ καὶ καταγωνιζόμενοι συνεχῶς τοὺς ἢ διʼ αὑτῶν ἢ διὰ τῶν βασιλέων τὰς σφετέρας πατρίδας καταδουλουμένους, τούτῳ τῷ τρόπῳ καὶ ταύτῃ τῇ προθέσει τοῦτο τοὔργον ἐπετέλεσαν, τὰ μὲν διʼ αὑτῶν, τὰ δὲ καὶ διὰ τῶν συμμάχων.
首先,是为了让大家看清,当初的阿开亚人是如何、在什么时期、由谁最先重新着手重建如今的联邦的;其次,是为了使他们的基本方针不仅能凭我的陈述,而且能凭实际事实本身来获得信任,因为在阿开亚人中间始终存在着某种一以贯之的志向,他们正是依据这一志向,一方面宣扬自己所拥有的平等发言权和言论自由,另一方面不断地与那些企图通过自身或通过国王来奴役他们祖国的人进行战斗和抗争,从而以这种方式和这一意图,部分靠自身、部分也通过同盟者完成了这一事业。
§2.42.4καὶ γὰρ τὰ διʼ ἐκείνων συνεργήματα γεγονότα πρὸς τοῦτο τὸ μέρος ἐν τοῖς ἑξῆς χρόνοις ἐπὶ τὴν τῶν Ἀχαιῶν προαίρεσιν ἀνοιστέον.
因为,在随后的时期里,通过同盟者而对这一事业所做出的协助,也必须归功于阿开亚人的基本方针。
§2.42.5πολλοῖς γὰρ κοινωνήσαντες πραγμάτων, πλείστων δὲ καὶ καλλίστων Ῥωμαίοις οὐδέποτε τὸ παράπαν ἐπεθύμησαν ἐκ τῶν κατορθωμάτων οὐδενὸς ἰδίᾳ λυσιτελοῦς, §2.42.6ἀλλʼ ἀντὶ πάσης τῆς ἑαυτῶν φιλοτιμίας, ἣν παρείχοντο τοῖς συμμάχοις, ἀντικατηλλάττοντο τὴν ἑκάστων ἐλευθερίαν καὶ τὴν κοινὴν ὁμόνοιαν Πελοποννησίων.
他们确实与许多人共同参与了各项事务,其中最频繁、最辉煌的当属与罗马人的合作,但他们绝不企图从这些成功中获取任何一己私利;相反,为了回报他们向同盟者展现的全部热诚,他们换取的是各邦的自由以及伯罗奔尼撒人共同的和谐。
§2.42.7σαφέστερον δʼ ὑπὲρ τούτων ἔσται διαλαμβάνειν ἐξ αὐτῶν τῶν περὶ τὰς πράξεις ἐνεργημάτων.
关于这些,从他们实际行动的具体成果中可以看得更加清楚。

词汇与语法注释

  1. §2.42.1ἀνέδραμον — 动词 ἀνατρέχω(追溯)的不定过去时。在形态上既可以是一人称单数,也可以是三人称复数。由于此处是历史学家波里比阿在说明自己为何在叙事中追溯到阿开亚同盟建立之初,因此应理解为一人称单数(“我追溯了”)。
  2. §2.42.4ἀνοιστέον — 动词 ἀναφέρω(归因于)的动形容词,表示义务或必要性(“必须归于”)。尽管语法主语是中性复数名词 τὰ συνεργήματα(协助行为),但该动形容词采用了非人称的中性单数形式。
  3. §2.42.5Ῥωμαίοις — 与格表示行为的参与者,受分词 κοινωνήσαντες(共同参与)支配。它与表示事物的属格 πλείστων δὲ καὶ καλλίστων [πραγμάτων](最频繁也最辉煌的事务)相结合,表示“与罗马人共同参与了最频繁且最辉煌的事务”。

引用这一段

波利比奥斯, 历史 §2.42.1-2.42.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.42.1-2.42.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。