Humanitext Reader

波利比奥斯 · 历史 §2.43.1-2.43.10

阿开亚同盟的制度变革与阿拉图斯的扩张

第 131 段,共 1311 段 · 希腊语

内容简介

阿开亚联邦的发展史。在最初的二十五年里,联邦由两名将军和一名书记领导,后改为单一将军制。西库翁的阿拉图斯加入联邦,通过解放阿克罗科林斯等地极大扩张了联邦版图,并致力于抵抗马其顿与埃托利亚的威胁。

§2.43.1εἴκοσι μὲν οὖν ἔτη τὰ πρῶτα καὶ πέντε συνεπολιτεύσαντο μεθʼ ἑαυτῶν αἱ προειρημέναι πόλεις, γραμματέα κοινὸν ἐκ περιόδου προχειριζόμεναι καὶ δύο στρατηγούς.
因此,在最初的二十五年里,前述各城邦在共同的宪政下联合生活,按顺序轮流选任一名共同的书记和两名将军。
§2.43.2μετὰ δὲ ταῦτα πάλιν ἔδοξεν αὐτοῖς ἕνα καθιστάνειν καὶ τούτῳ πιστεύειν ὑπὲρ τῶν ὅλων.
但在此之后,他们再次决定只设立一名将军,并由其全权负责一切事务。
καὶ πρῶτος ἔτυχε τῆς τιμῆς ταύτης Μάργος ὁ Καρυνεύς.
而克律内亚的马尔戈斯有幸首先获得了这一荣誉。
§2.43.3τετάρτῳ δʼ ὕστερον ἔτει τοῦ προειρημένου στρατηγοῦντος Ἄρατος ὁ Σικυώνιος, ἔτη μὲν ἔχων εἴκοσι, τυραννουμένην δʼ ἐλευθερώσας τὴν πατρίδα διὰ τῆς ἀρετῆς τῆς ἑαυτοῦ καὶ τόλμης προσένειμε πρὸς τὴν τῶν Ἀχαιῶν πολιτείαν, ἀρχῆθεν εὐθὺς ἐραστὴς γενόμενος τῆς προαιρέσεως αὐτῶν.
在此四年之后,正值前述之人担任将军期间,西库翁的阿拉图斯当时年仅二十岁,却凭借自身的德行和胆识,将处于僭主统治下的祖国解放出来,并将其并入阿开亚人的联邦,因为他从一开始就成为了他们基本方针的热烈拥护者。
§2.43.4ὀγδόῳ δὲ πάλιν ἔτει στρατηγὸς αἱρεθεὶς τὸ δεύτερον καὶ πραξικοπήσας τὸν Ἀκροκόρινθον, Ἀντιγόνου κυριεύοντος, καὶ γενόμενος ἐγκρατὴς μεγάλου μὲν ἀπέλυσε φόβου τοὺς τὴν Πελοπόννησον κατοικοῦντας, ἐλευθερώσας δὲ Κορινθίους προσηγάγετο πρὸς τὴν τῶν Ἀχαιῶν πολιτείαν.
又过八年,他第二次当选将军,并奇袭占领了当时由安提柯控制的阿克罗科林斯。 在掌控该地后,他使居住在伯罗奔尼撒的人们免于巨大的恐惧,并解放了科林斯人,将其引入阿开亚人的联邦。
§2.43.5ἐπὶ δὲ τῆς αὐτῆς ἀρχῆς καὶ τὴν τῶν Μεγαρέων πόλιν διαπραξάμενος προσένειμε τοῖς Ἀχαιοῖς.
在同一任期内,他还通过外交手段争取到了麦加拉城,并将其并入阿开亚联邦。
§2.43.6ταῦτά τʼ ἐγίνετο τῷ πρότερον ἔτει τῆς Καρχηδονίων ἥττης, ἐν ᾗ καθόλου Σικελίας ἐκχωρήσαντες πρῶτον ὑπέμειναν τότε φόρους ἐνεγκεῖν Ῥωμαίοις.
这些事情发生在迦太基人战败的前一年。 在那场战败中,迦太基人退出了整个西西里,并自那时起首次屈服于向罗马人缴纳贡赋。
§2.43.7μεγάλην δὲ προκοπὴν ποιήσας τῆς ἐπιβολῆς ἐν ὀλίγῳ χρόνῳ λοιπὸν ἤδη διετέλει προστατῶν μὲν τοῦ τῶν Ἀχαιῶν ἔθνους, πάσας δὲ τὰς ἐπιβολὰς καὶ πράξεις πρὸς ἓν τέλος ἀναφέρων· §2.43.8τοῦτο δʼ ἦν τὸ Μακεδόνας μὲν ἐκβαλεῖν ἐκ Πελοποννήσου, τὰς δὲ μοναρχίας καταλῦσαι, βεβαιῶσαι δʼ ἑκάστοις τὴν κοινὴν καὶ πάτριον ἐλευθερίαν.
他在短时间内使自己的计划取得了巨大进展,此后便一直领导着阿开亚民族,将他所有的计划和行动都指向一个单一的目标;这一目标就是将马其顿人驱逐出伯罗奔尼撒,推翻各地的独裁统治,并确保各国共同的、祖传的自由。
§2.43.9μέχρι μὲν οὖν ἦν Ἀντίγονος ὁ Γονατᾶς, πρός τε τὴν ἐκείνου πολυπραγμοσύνην καὶ πρὸς τὴν Αἰτωλῶν πλεονεξίαν ἀντιταττόμενος διετέλει, §2.43.10πραγματικῶς ἕκαστα χειρίζων, καίπερ εἰς τοῦτο προβάντων ἀμφοτέρων ἀδικίας καὶ τόλμης ὥστε ποιήσασθαι συνθήκας πρὸς ἀλλήλους ὑπὲρ
因此,只要安提柯·戈纳塔斯在世,他就一直对抗着后者的干涉以及埃托利亚人的贪欲,实际而巧妙地处理着各项事务,尽管这双方的不义和胆大妄为已经达到了如此地步,以至于相互缔结了关于……的协定。

词汇与语法注释

  1. §2.43.1ἐκ περιόδου — 意思是“轮流地”、“按顺序地”的副词短语,指联邦成员国之间轮流出任共同的书记或将军。
  2. §2.43.2ἕνα καθιστάνειν — 代词 `ἕνα` 用作不定式 `καθιστάνειν`(任命)的宾语(对格主语),语境中省略了 `στρατηγόν`(将军),用以与前一句的 `δύο στρατηγούς`(两名将军)相对比。
  3. §2.43.3τοῦ προειρημένου στρατηγοῦντος — 属格绝对构文。其逻辑主语是“前述之人”,即指第2节中提到的“克律内亚的马尔戈斯”。
  4. §2.43.10καίπερ εἰς τοῦτο προβάντων ἀμφοτέρων ἀδικίας καὶ τόλμης — 带有表示让步的 `καίπερ` 的属格绝对构文。`ἀμφοτέρων`(双方,即指安提柯和埃托利亚人)为逻辑主语。`εἰς τοῦτο ... ἀδικίας καὶ τόλμης`(达到如此不义和胆大妄为的地步)是表示程度的表达,指示代词 `τοῦτο` 支配部分属格 `ἀδικίας` 和 `tolmes`。

引用这一段

波利比奥斯, 历史 §2.43.1-2.43.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.43.1-2.43.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。