Humanitext Reader

波利比奥斯 · 历史 §2.41.1-2.41.15

阿开亚同盟的历史渊源与重建过程

第 129 段,共 1311 段 · 希腊语

内容简介

普利比乌斯阐述了阿开亚联邦重新联合(第124届奥林匹亚德)的历史背景,追溯了其从古代王政向民主制的过渡,以及随后在马其顿统治下的瓦解。接着,他描述了帕特雷、迪美、埃基翁和凯里尼亚等城市如何驱逐守军或僭主,从而重建并扩大联邦的过程。

§2.41.1Ὀλυμπιὰς μὲν ἦν εἰκοστὴ καὶ τετάρτη πρὸς ταῖς ἑκατόν, ὅτε Πατρεῖς ἤρξαντο συμφρονεῖν καὶ Δυμαῖοι,
那是在第一百二十四届奥林匹亚德,帕特雷人和迪美人开始达成共识、相互协作。
§2.41.2καιροὶ δὲ καθʼ οὓς Πτολεμαῖος ὁ Λάγου καὶ Λυσίμαχος, ἔτι δὲ Σέλευκος καὶ Πτολεμαῖος ὁ Κεραυνὸς μετήλλαξαν τὸν βίον. πάντες γὰρ οὗτοι περὶ τὴν προειρημένην ὀλυμπιάδα τὸ ζῆν ἐξέλιπον.
这一时期,拉古斯之子托勒密、利西马科斯,以及塞琉古和托勒密·克劳诺斯也相继离世;因为所有这些人都在上述奥林匹亚德期间结束了生命。
§2.41.3τοὺς μὲν οὖν ἀνώτερον τούτων χρόνους τοιαύτη τις ἦν ἡ περὶ τὸ προειρημένον ἔθνος διάθεσις.
在此之前,上述部族的情况大致如下。
§2.41.4ἀπὸ γὰρ Τισαμενοῦ βασιλευθέντες, ὃς ἦν Ὀρέστου μὲν υἱός, κατὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον ἐκπεσὼν τῆς Σπάρτης κατέσχε τοὺς περὶ Ἀχαΐαν τόπους,
因为自提萨梅诺斯开始,他们就处于王政统治之下。 提萨梅诺斯是奥雷斯特斯之子,在赫拉克勒斯后裔回归时被赶出斯巴达,随后占领了阿开亚一带的土地。
§2.41.5ἀπὸ τούτου κατὰ τὸ συνεχὲς καὶ κατὰ τὸ γένος ἕως Ὠγύγου βασιλευθέντες, μετὰ ταῦτα δυσαρεστήσαντες τοῖς τοῦ προειρημένου παισὶν ἐπὶ τῷ μὴ νομίμως ἀλλὰ δεσποτικῶς αὐτῶν ἄρχειν, μετέστησαν εἰς δημοκρατίαν τὴν πολιτείαν.
自此人开始,他们世袭相替、连续不断地处于王政之下,直至奥吉古斯。 此后,因不满上述国王的儿子们不依法度、反以专制进行统治,他们将国制改为了民主制。
§2.41.6λοιπὸν ἤδη τοὺς ἑξῆς χρόνους μέχρι τῆς Ἀλεξάνδρου καὶ Φιλίππου δυναστείας ἄλλοτε μὲν ἄλλως ἐχώρει τὰ πράγματʼ αὐτοῖς κατὰ τὰς περιστάσεις, τό γε μὴν κοινὸν πολίτευμα, καθάπερ εἰρήκαμεν, ἐν δημοκρατίᾳ συνέχειν ἐπειρῶντο.
此后,在接下来的时期直到亚历山大和腓力确立霸权为止,他们的处境因时局而时好时坏,但如前所述,他们始终努力在民主制下维持其共同的国制。
§2.41.7τοῦτο δʼ ἦν ἐκ δώδεκα πόλεων, ἃς ἔτι καὶ νῦν συμβαίνει διαμένειν, πλὴν Ὠλένου καὶ Ἑλίκης τῆς πρὸ τῶν Λευκτρικῶν ὑπὸ τῆς θαλάττης καταποθείσης·
这一联邦由十二个城市组成,除了奥勒诺斯以及在留克特拉战役前被大海吞没的赫利凯之外,这些城市至今依然存在。
§2.41.8αὗται δʼ εἰσὶν Πάτραι, Δύμη, Φαραί, Τριταία, Λεόντιον, Αἴγιον, Αἴγειρα, Πελλήνη, Βοῦρα, Καρύνεια.
这些城市是:帕特雷、迪美、法莱、特里泰亚、莱翁蒂翁、埃基翁、埃基拉、佩莱内、布拉、凯里尼亚。
§2.41.9κατὰ δὲ τοὺς ὑστέρους μὲν τῶν κατʼ Ἀλέξανδρον καιρῶν, προτέρους δὲ τῆς ἄρτι ῥηθείσης ὀλυμπιάδος, εἰς τοιαύτην διαφορὰν καὶ καχεξίαν ἐνέπεσον, καὶ μάλιστα διὰ τῶν ἐκ Μακεδονίας βασιλέων, ἐν ᾗ συνέβη πάσας τὰς πόλεις χωρισθείσας ἀφʼ αὑτῶν ἐναντίως τὸ συμφέρον ἄγειν ἀλλήλαις.
然而,在亚历山大之后的时期,但在刚才提到的那届奥林匹亚德之前,他们陷入了严重的割裂和病态,这主要是由于马其顿国王们的教唆,导致所有城市彼此分离,在利益上相互对立。
§2.41.10ἐξ οὗ συνέπεσε τὰς μὲν ἐμφρούρους αὐτῶν γενέσθαι διά τε Δημητρίου καὶ Κασσάνδρου καὶ μετὰ ταῦτα διʼ Ἀντιγόνου τοῦ Γονατᾶ, τὰς δὲ καὶ τυραννεῖσθαι· πλείστους γὰρ δὴ μονάρχους οὗτος ἐμφυτεῦσαι δοκεῖ τοῖς Ἕλλησι.
结果,其中一些城市因德米特里奥斯、卡山德,以及后来的安提柯·贡纳塔斯而驻扎了守军,另一些城市则被僭主统治;因为此人似乎在希腊人中扶植了最多的独裁者。
§2.41.11περὶ δὲ τὴν εἰκοστὴν καὶ τετάρτην ὀλυμπιάδα πρὸς ταῖς ἑκατόν, καθάπερ ἐπάνω προεῖπον, αὖθις ἤρξαντο μετανοήσαντες συμφρονεῖν.
然而,在大约第一百二十四届奥林匹亚德,正如我在上面所说,他们回心转意,再次开始精诚团结。
ταῦτα δʼ ἦν κατὰ τὴν Πύρρου διάβασιν εἰς Ἰταλίαν.
这正是在皮洛士渡海入侵意大利的时期。
§2.41.12καὶ πρῶτοι μὲν συνέστησαν Δυμαῖοι, Πατρεῖς, Τριταιεῖς, Φαραιεῖς· διόπερ οὐδὲ στήλην ὑπάρχειν συμβαίνει τῶν πόλεων τούτων περὶ τῆς συμπολιτείας.
最先联合起来的是迪美人、帕特雷人、特里泰亚人和法赖人;因此,在这些城市之间,连一块关于建立联合政体的碑刻都不存在。
§2.41.13μετὰ δὲ ταῦτα μάλιστά πως ἔτει πέμπτῳ τὴν φρουρὰν ἐκβαλόντες Αἰγιεῖς μετέσχον τῆς συμπολιτείας· ἑξῆς δὲ τούτοις Βούριοι, τὸν τύραννον ἀποκτείναντες.
此后,大约在第五年,埃基翁人驱逐了守军,加入了联邦;紧接着是布拉人,他们杀死了自家的僭主并加入。
§2.41.14ἅμα δὲ τούτοις Καρυνεῖς ἀποκατέστησαν.
与此同时,凯里尼亚人也回归了体制。
συνιδὼν γὰρ Ἰσέας ὁ τῆς Καρυνείας τότε τυραννεύων ἐκπεπτωκυῖαν μὲν ἐξ Αἰγίου τὴν φρουράν, ἀπολωλότα δὲ τὸν ἐν τῇ Βούρᾳ μόναρχον διὰ Μάργου καὶ τῶν Ἀχαιῶν, ἑαυτὸν δὲ πανταχόθεν ὁρῶν ὅσον οὐκ ἤδη πολεμηθησόμενον, §2.41.15ἀποθέμενος τὴν ἀρχὴν καὶ λαβὼν τὰ πιστὰ παρὰ τῶν Ἀχαιῶν ὑπὲρ τῆς ἀσφαλείας προσέθηκε τὴν πόλιν πρὸς τὸ τῶν Ἀχαιῶν σύστημα.
因为当时统治凯里尼亚的僭主伊塞阿斯,眼见守军已被驱逐出埃基翁,而布拉的独裁者也被马尔戈斯和阿开亚人除掉,并看到自己转瞬间就会四面楚歌,于是他放弃了权力,在从阿开亚人那里获得安全保障后,便将自己的城市并入了阿开亚人的体系中。

词汇与语法注释

  1. §2.41.5βασιλευθέντες — 这是依附于主动词 μετέστησαν 的分词。尽管相同的分词 βασιλευθέντες 已经出现在 §2.41.4 的开头,但由于关系从句 ὃς ἦν... κατέσχε... 的插入使句子变得很长,因此在 §2.41.5 的开头再次重复了该分词,并带有 ἀπὸ τούτου ... ἕως Ὠγύγου,以恢复和加强语法上的联系。
  2. §2.41.7πλὴν Ὠλένου καὶ Ἑλίκης τῆς πρὸ τῶν Λευκτρικῶν ὑπὸ τῆς θαλάττης καταποθείσης — 修饰短语 τῆς ... καταποθείσης(被大海吞没)在性、数、格(阴性单数属格)上仅与 Ἑλίκης(赫利凯)一致,而不修饰 Ὠλένου(奥勒诺斯)。从历史上看,赫利凯是在公元前373年的地震和海啸中被淹没的,而奥勒诺斯则是因居民迁离而被废弃。
  3. §2.41.9ἐν ᾗ συνέβη πάσας τὰς πόλεις χωρισθείσας ἀφʼ αὑτῶν ἐναντίως τὸ συμφέρον ἄγειν ἀλλήλαις — 在该关系从句中,带对格的不定式结构(πάσας τὰς πόλεις ... ἄγειν)作为无人称动词 συνέβη(发生)的主语。分词 χωρισθείσας 修饰对格主语,而副词 ἐναντίως 以及与格 ἀλλήλαις 则修饰不定式 ἄγειν。
  4. §2.41.14ὅσον οὐκ ἤδη πολεμηθησόμενον — 短语 ὅσον οὐκ ἤδη 是一个惯用表达,意为“几乎马上”或“眼看就要”。将来被动分词 πολεμηθησόμενον 作为 ἑαυτόν(作为知觉动词 ὁρῶν “看到”的宾语)的宾语补足语,表示“看到自己眼看就要遭受攻击”。

引用这一段

波利比奥斯, 历史 §2.41.1-2.41.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.41.1-2.41.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。