Humanitext Reader

波利比奥斯 · 历史 §2.39.1-2.39.12

阿开亚同盟作为调停者的历史信誉

第 127 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯回顾了阿开亚同盟的历史:在大希腊地区毕达哥拉斯派遭受迫害后的混乱时期,以及留克特拉战役后斯巴达与底比斯对立期间,阿开亚人因其高度的信誉而被委以调停重任。

§2.39.1καθʼ οὓς γὰρ καιροὺς ἐν τοῖς κατὰ τὴν Ἰταλίαν τόποις κατὰ τὴν Μεγάλην Ἑλλάδα τότε προσαγορευομένην ἐνεπρήσθη τὰ συνέδρια τῶν Πυθαγορείων, §2.39.2μετὰ ταῦτα γενομένου κινήματος ὁλοσχεροῦς περὶ τὰς πολιτείας, ὅπερ εἰκός, ὡς ἂν τῶν πρώτων ἀνδρῶν ἐξ ἑκάστης πόλεως οὕτω παραλόγως διαφθαρέντων, §2.39.3συνέβη τὰς κατʼ ἐκείνους τοὺς τόπους Ἑλληνικὰς πόλεις ἀναπλησθῆναι φόνου καὶ στάσεως καὶ παντοδαπῆς ταραχῆς.
因为在当时被称为大希腊的意大利地区,毕达哥拉斯派的会所被纵火焚烧之际,随后,各城市的首要人物如此出乎意料地被毁灭,自然而然地,其政体发生了全面的动荡,那些地方的希腊城市陷入了杀戮、内讧和各种混乱之中。
§2.39.4ἐν οἷς καιροῖς ἀπὸ τῶν πλείστων μερῶν τῆς Ἑλλάδος πρεσβευόντων ἐπὶ τὰς διαλύσεις, Ἀχαιοῖς καὶ τῇ τούτων πίστει συνεχρήσαντο πρὸς τὴν τῶν παρόντων κακῶν ἐξαγωγήν.
在这个时期,当希腊大部分地区派遣使节进行调停时,他们求助于阿开亚人及其信誉,以消除眼前的灾祸。
§2.39.5οὐ μόνον δὲ κατὰ τούτους τοὺς καιροὺς ἀπεδέξαντο τὴν αἵρεσιν τῶν Ἀχαιῶν, ἀλλὰ καὶ μετά τινας χρόνους ὁλοσχερῶς ὥρμησαν ἐπὶ τὸ μιμηταὶ γενέσθαι τῆς πολιτείας αὐτῶν.
他们不仅在那个时候接受了阿开亚人的主张,而且在一段时间之后,完全致力于模仿他们的政体。
§2.39.6παρακαλέσαντες γὰρ σφᾶς καὶ συμφρονήσαντες Κροτωνιᾶται, Συβαρῖται, Καυλωνιᾶται, πρῶτον μὲν ἀπέδειξαν Διὸς Ὁμαρίου κοινὸν ἱερὸν καὶ τόπον, ἐν ᾧ τάς τε συνόδους καὶ τὰ διαβούλια συνετέλουν, δεύτερον τοὺς ἐθισμοὺς καὶ νόμους ἐκλαβόντες τοὺς τῶν Ἀχαιῶν ἐπεβάλοντο χρῆσθαι καὶ διοικεῖν κατὰ τούτους τὴν πολιτείαν.
因为克罗托内人、叙巴里斯人、考洛尼亚人互相发出邀请并达成共识,首先确立了宙斯·霍马里奥斯的共同神殿和场所,并在那里进行集会和商议;其次,他们采纳了阿开亚人的习俗和法律,着手加以使用并据此管理其政体。
ὑπὸ δὲ τῆς Διονυσίου Συρακοσίου δυναστείας, §2.39.7ἔτι δὲ τῆς τῶν περιοικούντων βαρβάρων ἐπικρατείας ἐμποδισθέντες οὐχ ἑκουσίως ἀλλὰ κατʼ ἀνάγκην αὐτῶν ἀπέστησαν.
然而,由于受到叙拉古人狄奥尼西奥斯王朝的阻碍,以及周围蛮族统治的阻碍,他们并非自愿、而是被迫放弃了这些制度。
§2.39.8μετὰ δὲ ταῦτα Λακεδαιμονίων μὲν παραδόξως πταισάντων περὶ τὴν ἐν Λεύκτροις μάχην, Θηβαίων δʼ ἀνελπίστως ἀντιποιησαμένων τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἦν ἀκρισία περὶ πάντας μὲν τοὺς Ἕλληνας, μάλιστα δὲ περὶ τοὺς προειρημένους, ὡς ἂν τῶν μὲν μὴ συγχωρούντων ἡττῆσθαι, τῶν δὲ μὴ πιστευόντων ὅτι νενικήκασιν.
此后,当拉acedaemon人在留克特拉战役中出人意料地惨败,而底比斯人意想不到地争夺希腊霸权时,所有希腊人,尤其是上述两方之间,出现了一种胜负未决的混乱状态,因为一方不承认失败,而另一方不相信自己已经获胜。
§2.39.9οὐ μὴν ἀλλά γε περὶ τῶν ἀμφισβητουμένων ἐπέτρεψαν Θηβαῖοι καὶ Λακεδαιμόνιοι μόνοις τῶν Ἑλλήνων Ἀχαιοῖς, οὐ πρὸς τὴν δύναμιν ἀποβλέψαντες — §2.39.10σχεδὸν γὰρ ἐλαχίστην τότε δὴ τῶν Ἑλλήνων εἶχον — τὸ δὲ πλεῖον εἰς τὴν πίστιν καὶ τὴν ὅλην καλοκἀγαθίαν.
尽管如此,底比斯人和拉acedaemon人将争议之事仅仅委托给希腊人中的阿开亚人,这并不是看中他们的力量—— 因为当时阿开亚人几乎拥有希腊人中最小的力量——而是更多地看中他们的信誉和整体的高尚品质。
ὁμολογουμένως γὰρ δὴ τότε ταύτην περὶ αὐτῶν πάντες εἶχον τὴν δόξαν.
事实上,当时所有人对他们都抱有这样一致的看法。
§2.39.11τότε μὲν οὖν ψιλῶς αὐτὰ τὰ κατὰ τὴν προαίρεσιν ὑπῆρχε παρʼ αὐτοῖς· ἀποτέλεσμα δʼ ἢ πρᾶξις ἀξιόλογος πρὸς αὔξησιν τῶν ἰδίων ἀνήκουσα πραγμάτων οὐκ ἐγίνετο, §2.39.12τῷ μὴ δύνασθαι φῦναι προστάτην ἄξιον τῆς προαιρέσεως, ἀεὶ δὲ τὸν ὑποδείξαντα ποτὲ μὲν ὑπὸ τῆς Λακεδαιμονίων ἀρχῆς ἐπισκοτεῖσθαι καὶ κωλύεσθαι, ποτὲ δὲ μᾶλλον ὑπὸ
那么,在那个时候,这些基本方针仅仅存在于他们自身之中;并没有产生任何足以促进他们自身事务增长的显著成果或行动,这是因为无法产生出配得上这一方针的领导者,而且任何展现出才华的人总是,或是在拉acedaemon人的统治下被掩盖和阻碍,或是在更多时候被

词汇与语法注释

  1. §2.39.2ὡς ἂν τῶν πρώτων ἀνδρῶν ἐξ ἑκάστης πόλεως οὕτω παραλόγως διαφθαρέντων — 这是一个由 ὡς ἄν 引导的属格绝对独立结构。它表示随后自然发生的政体动荡(κίνημα)的主客观原因或必然条件,意为“因为各城市的首要人物如此出乎意料地被毁灭”。
  2. §2.39.4πρεσβευόντων ἐπὶ τὰς διαλύσεις — 这是一个省略了主语的属格绝对独立结构。在语境中,它描述了当时希腊世界的普遍局势,意为“(希腊大部分地区的人们)为了调停而派遣使节时”。
  3. §2.39.12τῷ μὴ δύνασθαι φῦναι — 这是一个表示原因的带冠词与格不定式结构(τῷ)。随后的分句 ἀεὶ δὲ τὸν ὑποδείξαντα ... ἐπισκοτεῖσθαι καὶ κωλύεσθαι(宾格不定式结构)同样受该 τῷ 的支配。它并列列出了阿开亚人过去未能扩大势力的两个原因:缺乏合适的领导者,以及任何崭露头角者都受到大国干预的阻碍。

引用这一段

波利比奥斯, 历史 §2.39.1-2.39.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.39.1-2.39.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。