Humanitext Reader

波利比奥斯 · 历史 §2.32.1-2.32.11

侵入印苏布雷人领地与罗马军背水布阵

第 120 段,共 1311 段 · 希腊语

内容简介

新任执政官富里乌斯和弗拉米尼乌斯攻入印苏布雷人的领地,印苏布雷人随即集结兵力准备决战。由于对凯尔特盟友心存戒备,罗马人将自己置于背水一战的境地以迎战。

§2.32.1σούσης αὐτοῖς, εἰς τέλος ἄπρακτον εἶχον.
由于[疫病]在他们中流行,他们的远征最终毫无成效。
μετὰ δὲ τούτους κατασταθέντες Πόπλιος Φούριος καὶ Γάιος Φλαμίνιος αὖθις ἐνέβαλον εἰς τὴν Κελτικὴν διὰ τῆς τῶν Ἀνάρων χώρας, οἷς συμβαίνει μὴ μακρὰν ἀπὸ Μασσαλίασ §2.32.2ἔχειν τὴν οἴκησιν.
在他们之后就任的普布利乌斯·富里乌斯和盖乌斯·弗拉米尼乌斯,再次穿过阿纳雷斯人的领土攻入凯尔特地区,而阿纳雷斯人恰好在离马赛不远的地方拥有他们的居所。
οὓς εἰς τὴν φιλίαν προσαγαγόμενοι διέβησαν εἰς τὴν τῶν Ἰνσόμβρων γῆν κατὰ τὰς συρροίας τοῦ τʼ Ἀδόα καὶ Πάδου ποταμοῦ.
他们将该部落拉入友好关系后,在阿杜亚河与波河的汇合处渡河进入印苏布雷人的土地。
§2.32.3λαβόντες δὲ πληγὰς περί τε τὴν διάβασιν καὶ περὶ τὴν στρατοπεδείαν παραυτίκα μὲν ἔμειναν, μετὰ δὲ ταῦτα σπεισάμενοι καθʼ ὁμολογίαν ἀνέλυσαν ἐκ τῶν τόπων.
但由于在渡河和安营扎寨时都遭受了打击,他们起初停留在原处,但随后通过达成协议缔结了和约,撤离了该地。
§2.32.4περιελθόντες δὲ πλείους ἡμέρας καὶ διελθόντες τὸν Κλούσιον ποταμὸν ἦλθον εἰς τὴν τῶν Γονομάνων χώραν καὶ προσλαβόντες τούτους, ὄντας συμμάχους, ἐνέβαλον πάλιν ἀπὸ τῶν κατὰ τὰς Ἄλπεις τόπων εἰς τὰ τῶν Ἰνσόμβρων πεδία καὶ τήν τε γῆν ἐδῄουν καὶ τὰς κατοικίας αὐτῶν ἐξεπόρθουν.
他们绕行了几天,渡过克卢西乌斯河,来到戈诺马尼人的领地,并联合了这些作为盟友的人,再次从阿尔卑斯山附近的地区攻入印苏布雷人的平原,既蹂躏其土地,又劫掠其定居点。
§2.32.5οἱ δὲ τῶν Ἰνσόμβρων προεστῶτες θεωροῦντες ἀμετάθετον οὖσαν τὴν ἐπιβολὴν τῶν Ῥωμαίων, ἔκριναν τῆς τύχης λαβεῖν πεῖραν καὶ διακινδυνεῦσαι πρὸς αὐτοὺς ὁλοσχερῶς.
印苏布雷人的领袖们见罗马人的进攻意图不可动摇,便决定尝试一下命运,与他们进行一次彻底的决战。
§2.32.6συναθροίσαντες οὖν ἁπάσας τὰς ὑπαρχούσας δυνάμεις ἐπὶ ταὐτὸν καὶ τὰς χρυσᾶς σημείας τὰς ἀκινήτους λεγομένας καθελόντες ἐκ τοῦ τῆς Ἀθηνᾶς ἱεροῦ καὶ τἄλλα παρασκευασάμενοι δεόντως μετὰ ταῦτα τεθαρρηκότως καὶ καταπληκτικῶς ἀντεστρατοπέδευσαν τοῖς πολεμίοις, ὄντες τὸ πλῆθος εἰς πέντε μυριάδας.
于是,他们将所有现有的兵力聚集到一处,并从雅典娜神庙中取下了被称为“不可移动”的金色军旗,在做好了其他必要的准备后,便信心满满、气势汹汹地在敌军对面安营扎寨,人数达五万人。
§2.32.7οἱ δὲ Ῥωμαῖοι τὰ μὲν ὁρῶντες σφᾶς ἐλάττους ὄντας παρὰ πολὺ τῶν ἐναντίων, ἐβούλοντο συγχρῆσθαι ταῖς τῶν συμμαχούντων αὐτοῖς Κελτῶν δυνάμεσι· §2.32.8τὰ δὲ συλλογισάμενοι τήν τε Γαλατικὴν ἀθεσίαν καὶ διότι πρὸς ὁμοφύλους τῶν προσλαμβανομένων μέλλουσι ποιεῖσθαι τὸν κίνδυνον, εὐλαβοῦντο τοιούτοις ἀνδράσιν τοιούτου καιροῦ καὶ πράγματος κοινωνεῖν.
另一方面,罗马人一方面看到自己的兵力远少于对手,想要利用与他们结盟的凯尔特人的力量;但另一方面,考虑到高卢人的反复无常,以及他们将要与之交战的对象正是这些协同作战者的同族,因而在如此关键的时刻和行动中,警惕与这样的人共事。
§2.32.9τέλος δʼ οὖν αὐτοὶ μὲν ὑπέμειναν ἐντὸς τοῦ ποταμοῦ, τοὺς δὲ τῶν Κελτῶν σφίσι συνόντας διαβιβάσαντες εἰς τὸ πέραν ἀνέσπασαν τὰς ἐπὶ τοῦ ῥείθρου γεφύρας, §2.32.10ἅμα μὲν ἀσφαλιζόμενοι τὰ πρὸς ἐκείνους, ἅμα δὲ μίαν ἑαυτοῖς ἀπολείποντες ἐλπίδα τῆς σωτηρίας τὴν ἐν τῷ νικᾶν διὰ τὸ κατόπιν αὐτοῖς ἄβατον ὄντα παρακεῖσθαι τὸν προειρημένον ποταμόν.
最终,他们自己留在河的这一侧,而将与他们同行的凯尔特人送到了对岸,并拆毁了溪流上的桥梁,这既是为了防范他们,同时也是为了给自己只留下一条生路——那便是取得胜利,因为在他们的身后,前述的河流横亘在那里,无法通行。
§2.32.11πράξαντες δὲ ταῦτα πρὸς τῷ διακινδυνεύειν ἦσαν.
做好这些准备后,他们便处于决战的边缘。

词汇与语法注释

  1. 2.32.1σούσης — 这是前一分卷末尾的 `ἐμπε` 与此处相连而成的属格独立分词 `ἐμπεσούσης`(“〔疫病〕发生”)的后半部分。其主语是前文的 `λοιμικῆς διαθέσεως`(“疫病般的状况”)。
  2. 2.32.1εἰς τέλος ἄπρακτον εἶχον — 动词 `εἶχον` 在此既可理解为省去了前文提到了远征(`τῆς στρατείας`)作为宾语,也可理解为不及物动词用法(表“事态处于某种状态”),意为“他们的远征最终以失败告终”。
  3. 2.32.1Μασσαλίας — 虽然抄本写为“马萨利亚”(今马赛),但从阿纳雷斯人的地理位置(北意大利波河以南)来看极不自然,学术界多倾向于认为这是“亚得里亚海”(`Ἀδρίου`)等的误记。然而,本译文仍遵循原文词汇译为“马萨利亚”。
  4. 2.32.11πρὸς τῷ διακινδυνεύειν ἦσαν — 这是前置词 `πρός` 搭配与格冠词性不定式,再与 `εἶναι` 结合的句式,表示一种紧迫的状态或准备的就绪(“正要进行……”、“致力于……”)。

引用这一段

波利比奥斯, 历史 §2.32.1-2.32.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.32.1-2.32.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。