Humanitext Reader

波利比奥斯 · 历史 §2.34.1-2.34.15

克劳狄乌斯与科尔内利乌斯击败高卢人

第 122 段,共 1311 段 · 希腊语

内容简介

记述了新任执政官马尔库斯·克劳狄乌斯和格奈乌斯·科尔内利乌斯拒绝凯尔特人的和平提议,经历阿凯拉围攻战及克拉斯提狄乌斯骑兵战,最终在梅迪奥拉农击败高卢军队的过程。

§2.34.1τῷ δʼ ἑξῆς ἔτει, διαπρεσβευσαμένων τῶν Κελτῶν ὑπὲρ εἰρήνης καὶ πᾶν ποιήσειν ὑπισχνουμένων, ἔσπευσαν οἱ κατασταθέντες ὕπατοι Μάρκος Κλαύδιος καὶ Γνάιος Κορνήλιος τοῦ μὴ συγχωρηθῆναι τὴν εἰρήνην αὐτοῖς.
第二年,尽管凯尔特人派来使节请求和平并许诺将满足一切要求,但新任命的执政官马尔库斯·克劳狄乌斯和格奈乌斯·科尔内利乌斯仍极力设法不给予他们和平。
§2.34.2οἱ δʼ ἀποτυχόντες καὶ κρίναντες ἐξελέγξαι τὰς τελευταίας ἐλπίδας, αὖθις ὥρμησαν ἐπὶ τὸ μισθοῦσθαι τῶν περὶ τὸν Ῥοδανὸν Γαισάτων Γαλατῶν εἰς τρισμυρίους· οὓς παραλαβόντες εἶχον ἐν ἑτοίμῳ καὶ προσεδόκων τὴν τῶν πολεμίων ἔφοδον.
凯尔特人交涉失败,决定试一试最后的希望,于是再次着手雇佣罗讷河附近的高卢雇佣兵“盖萨泰人”约三万人;他们将这批人接纳过来并准备就绪,等待敌人的进攻。
§2.34.3οἱ δὲ τῶν Ῥωμαίων στρατηγοὶ τῆς ὥρας ἐπιγενομένης ἀναλαβόντες τὰς δυνάμεις ἦγον εἰς τὴν τῶν Ἰνσόμβρων χώραν.
罗马将领们在季节到来时率领军队进入了英苏布雷人的领土。
§2.34.4παραγενόμενοι δὲ καὶ περιστρατοπεδεύσαντες πόλιν Ἀχέρρας, ἣ μεταξὺ κεῖται τοῦ Πάδου καὶ τῶν Ἀλπεινῶν ὀρῶν, ἐπολιόρκουν ταύτην.
他们抵达后包围了阿凯拉城(该城位于波河和阿尔卑斯山脉之间),并对该城展开围攻。
§2.34.5οἱ δʼ Ἴνσομβρες βοηθεῖν μὲν οὐ δυνάμενοι διὰ τὸ προκαταληφθῆναι τοὺς εὐφυεῖς τόπους, σπεύδοντες δὲ λῦσαι τὴν πολιορκίαν τῶν Ἀχερρῶν, μέρος τι τῆς δυνάμεως διαβιβάσαντες τὸν Πάδον εἰς τὴν τῶν Ἀνάρων χώραν ἐπολιόρκουν τὸ προσαγορευόμενον Κλαστίδιον.
英苏布雷人由于险要位置已被抢占而无法救援阿凯拉,但为了解除该城的围困,他们急切地将一部分兵力渡过波河,进入阿纳雷斯人的领土,围攻一个叫作克拉斯提狄乌斯的地方。
προσπεσόντος δὲ τοῦ συμβαίνοντος τοῖς στρατηγοῖς, §2.34.6ἀναλαβὼν τοὺς ἱππεῖς Μάρκος Κλαύδιος καί τινας τῶν πεζικῶν ἠπείγετο, σπεύδων βοηθῆσαι τοῖς πολιορκουμένοις.
这一事态传到罗马将领耳中后,马尔库斯·克劳狄乌斯率领骑兵和部分步兵疾驰,急于救援被围困的人。
§2.34.7οἱ δὲ Κελτοὶ πυθόμενοι τὴν παρουσίαν τῶν ὑπεναντίων, λύσαντες τὴν πολιορκίαν ὑπήντων καὶ παρετάξαντο.
凯尔特人得知对手到来,便解除围困,迎上前去并列阵迎敌。
§2.34.8τῶν δὲ Ῥωμαίων αὐτοῖς τοῖς ἱππεῦσιν ἐξ ἐφόδου τολμηρῶς σφίσι προσπεσόντων, τὰς μὲν ἀρχὰς ἀντεῖχον· μετὰ δὲ ταῦτα περιισταμένων καὶ κατὰ νώτου καὶ κατὰ κέρας, δυσχρηστούμενοι τῇ μάχῃ τέλος ἐτράπησαν ὑπʼ αὐτῶν τῶν ἱππέων.
罗马人仅以骑兵在冲锋中果敢地向他们发起猛攻,起初他们还能坚持;但随后由于骑兵包抄了其后方和侧翼,凯尔特人在战斗中陷入困境,最终被这些骑兵击溃。
§2.34.9καὶ πολλοὶ μὲν εἰς τὸν ποταμὸν ἐμπεσόντες ὑπὸ τοῦ ῥεύματος διεφθάρησαν, οἱ δὲ πλείους ὑπὸ τῶν πολεμίων κατεκόπησαν.
许多人掉入河中,被急流卷走丧生,而大多数人则被敌人斩杀。
§2.34.10ἔλαβον δὲ καὶ τὰς Ἀχέρρας οἱ Ῥωμαῖοι σίτου γεμούσας, ἐκχωρησάντων εἰς τὸ Μεδιόλανον τῶν Γαλατῶν, ὅσπερ ἐστὶ κυριώτατος τόπος τῆς τῶν Ἰνσόμβρων χώρας.
罗马人还占领了存有大量粮食的阿凯拉,因为高卢人已撤退到梅迪奥拉农(这是英苏布雷人领土上最重要的据点)。
§2.34.11οἷς ἐκ ποδὸς ἐπακολουθήσαντος τοῦ Γναΐου καὶ προσβαλόντος ἄφνω πρὸς τὸ Μεδιόλανον, τὸ μὲν πρῶτον ἡσυχίαν ἔσχον· §2.34.12ἀπολυομένου δʼ αὐτοῦ πάλιν εἰς τὰς Ἀχέρρας, ἐπεξελθόντες καὶ τῆς οὐραγίας ἁψάμενοι θρασέως πολλοὺς μὲν νεκροὺς ἐποίησαν, μέρος δέ τι καὶ φυγεῖν αὐτῶν ἠνάγκασαν, §2.34.13ἕως ὁ Γνάιος ἀνακαλεσάμενος τοὺς ἐκ τῆς πρωτοπορείας παρώρμησε στῆναι καὶ συμβαλεῖν τοῖς πολεμίοις.
格奈乌斯紧随其后,并突然向梅迪奥拉农发起进攻,起初他们保持静默;但当他再次向阿凯拉撤退时,他们冲了出来,并大胆地袭击后卫,杀伤了许多人,并迫使其中一部分人逃跑,直到格奈乌斯召回前锋部队,鼓舞他们坚守阵地并与敌人交战。
§2.34.14οἱ μὲν οὖν Ῥωμαῖοι πειθαρχήσαντες τῷ στρατηγῷ διεμάχοντο πρὸς τοὺς ἐπικειμένους εὐρώστως.
罗马人服从了将领,向袭击他们的敌人展开了顽强的战斗。
§2.34.15οἱ δὲ Κελτοὶ διὰ τὸ παρὸν εὐτύχημα μείναντες ἐπὶ ποσὸν εὐθαρσῶς, μετʼ οὐ πολὺ τραπέντες ἔφευγον εἰς τὰς παρωρείας.
凯尔特人因眼前的胜利在一段时间内保持着高昂的斗志,但不久便溃败逃往山麓。
ὁ δὲ Γνάιος ἐπακολουθήσας τήν τε χώραν ἐπόρθει καὶ τὸ Με
格奈乌斯紧随其后,蹂躏了该地并[强攻了]梅迪[奥拉农...]

词汇与语法注释

  1. §2.34.1τοῦ μὴ συγχωρηθῆναι τὴν εἰρήνην αὐτοῖς — 动词 `ἔσπευσαν`(致力于)的属格不定词目的状语(`τοῦ` + 否定词 `μή` + 被动不定词),表示“设法使和平不授予他们”的意图或目的。
  2. §2.34.5προσπεσόντος δὲ τοῦ συμβαίνοντος τοῖς στρατηγοῖς — 独立属格结构。`τοῦ συμβαίνοντος` 是现在分词的中性单数属格作名词性使用,意为“发生的事情(即克拉斯提狄乌斯被围)”。`τοῖς στρατη告` 为与格,表示“对将领们”(与 `προσπεσόντος` 关联)。
  3. §2.34.8αὐτοῖς τοῖς ἱππεῦσιν — 代词 `αὐτός` 与与格名词同格,在此处表示限制或强调,意为“仅靠骑兵自身”(在没有步兵随行的情况下)。

引用这一段

波利比奥斯, 历史 §2.34.1-2.34.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.34.1-2.34.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。