Humanitext Reader

波利比奥斯 · 历史 §2.29.1-2.29.9

凯尔特军阵形的利弊与战前威势

第 117 段,共 1311 段 · 希腊语

内容简介

分析了泰拉门战役中凯尔特人双面迎敌阵形的优缺点。同时描述了凯尔特战士巨大的喧嚣声以及最前列战士身上华丽的黄金饰品给罗马士兵带来的心理影响。

§2.29.1λεγομένων τὸ γεγονός.
(接前文)叙述中(想象出当时景象的人来说,也是如此)。
πρῶτον μὲν γὰρ ἐκ τριῶν στρατοπέδων τῆς μάχης συνισταμένης, δῆλον ὡς ξένην καὶ παρηλλαγμένην εἰκὸς καὶ τὴν ἐπιφάνειαν καὶ τὴν χρείαν φαίνεσθαι τοῦ συντεταγμένου.
因为首先,由于这场战斗是由三支军队组成的,显然,列阵军队的外观和其实际运用自然显得奇特且异于寻常。
§2.29.2δεύτερον δὲ πῶς οὐκ ἂν ἀπορήσαι τις καὶ νῦν καὶ τότε παρʼ αὐτὸν ὢν τὸν καιρὸν πότερον οἱ Κελτοὶ τὴν ἐπισφαλεστάτην εἶχον χώραν, ἐξ ἀμφοῖν τοῖν μεροῖν ἅμα τῶν πολεμίων ἐπαγόντων αὐτοῖς,
第二,无论是现在还是当时身临其境的人,怎能不产生疑问:由于敌军同时从两侧向他们进攻,究竟是凯尔特人处于最危险的境地,还是相反,处于最有利的境地?
§2.29.3ἢ τοὐναντίον τὴν ἐπιτευκτικωτάτην, ἅμα μὲν ἀγωνιζόμενοι πρὸς ἀμφοτέρους, ἅμα δὲ τὴν ἀφʼ ἑκατέρων ἀσφάλειαν ἐκ τῶν ὄπισθεν αὑτοῖς παρασκευάζοντες, τὸ δὲ μέγιστον, ἀποκεκλειμένης πάσης τῆς εἰς τοὔπισθεν ἀναχωρήσεως καὶ τῆς ἐν τῷ λείπεσθαι σωτηρίας;
因为他们不仅同时与双方交战,同时也通过后方确保了各自免受另一方的袭击,而最重要的是,向后撤退的所有道路以及战败求生的希望都被切断了。
§2.29.4ἡ γὰρ τῆς ἀμφιστόμου τάξεως ἰδιότης τοιαύτην ἔχει τὴν χρείαν.
因为双面迎敌阵形的独特性就具有这样的实用效果。
§2.29.5τούς γε μὴν Ῥωμαίους τὰ μὲν εὐθαρσεῖς ἐποίει τὸ μέσους καὶ πάντοθεν περιειληφέναι τοὺς πολεμίους, τὰ δὲ πάλιν ὁ κόσμος αὐτοὺς καὶ θόρυβος ἐξέπληττε τῆς τῶν Κελτῶν δυνάμεως.
至于罗马人,一方面,由于将敌军包围在中间并从四面夹击,这使他们斗志昂扬;但另一方面,凯尔特人军队的严整队列和喧嚣又令他们感到畏惧。
§2.29.6ἀναρίθμητον μὲν γὰρ ἦν τὸ τῶν βυκανητῶν καὶ σαλπιγκτῶν πλῆθος.
因为号角手和喇叭手的数量不可胜数。
οἷς ἅμα τοῦ παντὸς στρατοπέδου συμπαιανίζοντος τηλικαύτην καὶ τοιαύτην συνέβαινε γίνεσθαι κραυγὴν ὥστε μὴ μόνον τὰς σάλπιγγας καὶ τὰς δυνάμεις, ἀλλὰ καὶ τοὺς παρακειμένους τόπους συνηχοῦντας ἐξ αὑτῶν δοκεῖν προΐεσθαι φωνήν.
当全军同时唱起战歌时,所产生的呼喊声是如此巨大而奇特,以至于不仅是喇叭和军队,甚至连相邻的土地也随之共鸣,仿佛它们自己也在发出声音一般。
§2.29.7ἐκπληκτικὴ δʼ ἦν καὶ τῶν γυμνῶν προεστώτων ἀνδρῶν ἥ τʼ ἐπιφάνεια καὶ κίνησις, ὡς ἂν διαφερόντων ταῖς ἀκμαῖς καὶ τοῖς εἴδεσι.
此外,站在最前列的那些赤裸男子的外观和动作也令人畏惧,因为他们在体格和容貌上都出类拔萃。
§2.29.8πάντες δʼ οἱ τὰς πρώτας κατέχοντες σπείρας χρυσοῖς μανιάκαις καὶ περιχείροις ἦσαν κατακεκοσμημένοι.
而且,所有占据最前列部队的人,都用黄金首饰和手镯装饰着自己。
§2.29.9πρὸς ἃ βλέποντες οἱ Ῥωμαῖοι τὰ μὲν ἐξεπλήττοντο, τὰ δʼ ὑπὸ τῆς τοῦ λυσιτελοῦς ἐλπίδος ἀγόμενοι διπλασίως παρωξύνοντο πρὸς τὸν
看着这些,罗马人一方面感到畏惧,但另一方面在获利期望的驱使下,他们对……的斗志加倍地被激发起来。

词汇与语法注释

  1. 2.29.1δῆλον ὡς — 此处用作副词,意为“显然”,修饰整个从句。或者它源自无人称句 δῆλον [ἐστὶν] ὡς(……是显然的)的省略形式,引导后面的带介词/宾格的不定式短语(φαίνεσθαι)作为实质上的主语。
  2. 2.29.2ἀπορήσαι τις — 这是带有不定代词 τις 的潜在希求语气(potential optative),表示反问:“谁能不产生疑问呢?”(即“人人都会感到疑问”)。它支配由 πότερον... ἤ... 引导的双重间接疑问从句。
  3. 2.29.3τὸ δὲ μέγιστον — 句首独立的宾格短语(用作副词或同位语),起强调作用,意为“而最重要的是”,用以突显其后独立属格从句(ἀποκεκλειμένης πάσης...)的内容。
  4. 2.29.5τὰ μὲν... τὰ δὲ — 源于关系代名词古老用法的表示对比的宾格(副词性),意为“一方面……另一方面……”,对比了主句中罗马人的两种截然相反的心理状态(勇气与恐惧)。
  5. 2.29.6ὥστε μὴ μόνον... δοκεῖν — 由表示结果的连词 ὥστε 引导的不定式句型。否定词使用 μή,不定式 δοκεῖν 的主语是 τὰς σάλπιγγας καὶ τὰς δυνάμεις, ἀλλὰ καὶ τοὺς παρακειμένους τόπους。分词 συνηχοῦντας 修饰 τοὺς... τόπους。

引用这一段

波利比奥斯, 历史 §2.29.1-2.29.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.29.1-2.29.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。