Humanitext Reader

波利比奥斯 · 历史 §2.31.1-2.31.10

泰拉蒙战役的结局与罗马将领的凯旋

第 119 段,共 1311 段 · 希腊语

内容简介

描写了泰拉蒙战役的结局,记录了凯尔特领袖的死亡、罗马将军的凯旋,以及随后为彻底将凯尔特人驱逐出波河流域而派遣的新任执政官。

§2.31.1ἀπέθανον μὲν οὖν τῶν Κελτῶν εἰς τετρακισμυρίους, ἑάλωσαν δʼ οὐκ ἐλάττους μυρίων, ἐν οἷς καὶ τῶν βασιλέων Κογκολιτάνος.
于是,大约有四万凯尔特人被杀,不少于一万人被俘,其中也包括他们的国王之一康科利塔努斯。
§2.31.2ὁ δʼ ἕτερος αὐτῶν Ἀνηρόεστος εἴς τινα τόπον συμφυγὼν μετʼ ὀλίγων προσήνεγκε τὰς χεῖρας αὑτῷ καὶ τοῖς ἀναγκαίοις.
另一位国王阿内罗埃斯图斯同少数随从逃往某处后,亲手结束了自己和家属的生命。
§2.31.3ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων τὰ μὲν σκῦλα συναθροίσας εἰς τὴν Ῥώμην ἀπέστειλε, τὴν δὲ λείαν ἀπέδωκε τοῖς προσήκουσιν.
罗马将军收集了战利品送往罗马,并将被掠夺的财物归还给原主。
§2.31.4αὐτὸς δʼ ἀναλαβὼν τὰ στρατόπεδα καὶ διελθὼν παρʼ αὐτὴν τὴν Λιγυστικὴν εἰς τὴν τῶν Βοίων ἐνέβαλε χώραν.
他自己则率领军队,沿着利古里亚的边缘行进,攻入波伊人的领地。
πληρώσας δὲ τὰς ὁρμὰς τῶν στρατοπέδων τῆς ὠφελείας, ἐν ὀλίγαις ἡμέραις ἧκεν μετὰ τῶν δυνάμεων εἰς τὴν Ῥώμην.
在用战利品满足了军队兵士的欲望后,他在几天内便率军返回了罗马。
§2.31.5καὶ τὸ μὲν Καπετώλιον ἐκόσμησε ταῖς τε σημείαις καὶ τοῖς μανιάκαις — τοῦτο δʼ ἔστι χρυσοῦν ψέλιον, ὃ φοροῦσι περὶ τὸν τράχηλον οἱ Γαλάται — §2.31.6τοῖς δὲ λοιποῖς σκύλοις καὶ τοῖς αἰχμαλώτοις πρὸς τὴν εἴσοδον ἐχρήσατο τὴν ἑαυτοῦ καὶ πρὸς τὴν τοῦ θριάμβου διακόσμησιν.
他用军旗和“马尼亚克斯”(torques)装饰了卡皮托林山——这是一种高卢人戴在脖子上的金首圈—— 并将剩余的战利品和俘虏用于他自己的入城式以及凯旋式的装点。
§2.31.7ἡ μὲν οὖν βαρυτάτη τῶν Κελτῶν ἔφοδος οὕτω καὶ τούτῳ τῷ τρόπῳ διεφθάρη, πᾶσι μὲν Ἰταλιώταις, μάλιστα δὲ Ῥωμαίοις μέγαν καὶ φοβερὸν ἐπικρεμάσασα κίνδυνον.
这样,凯尔特人最严重的一次入侵便以此种方式宣告失败,这次入侵曾给所有意大利人、尤其是罗马人带来了巨大而可怕的危险。
§2.31.8ἀπὸ δὲ τοῦ κατορθώματος τούτου κατελπίσαντες Ῥωμαῖοι δυνήσεσθαι τοὺς Κελτοὺς ἐκ τῶν τόπων τῶν περὶ τὸν Πάδον ὁλοσχερῶς ἐκβαλεῖν, τούς τε μετὰ ταῦτα κατασταθέντας ὑπάτους Κόϊντον Φόλουιον καὶ Τίτον Μάλιον ἀμφοτέρους καὶ τὰς δυνάμεις μετὰ παρασκευῆς μεγάλης ἐξαπέστειλαν ἐπὶ τοὺς Κελτούς.
凭着这次成功,罗马人满怀希望能将凯尔特人彻底驱逐出波河流域,于是将随后任命的两位执政官昆图斯·富尔维乌斯和提图斯·曼利乌斯,以及他们的军队,作了充分准备后派遣去讨伐凯尔特人。
§2.31.9οὗτοι δὲ τοὺς μὲν Βοίους ἐξ ἐφόδου καταπληξάμενοι συνηνάγκασαν εἰς τὴν Ῥωμαίων ἑαυτοὺς δοῦναι πίστιν, τὸν δὲ λοιπὸν χρόνον τῆς στρατείας, §2.31.10ἐπιγενομένων ὄμβρων ἐξαισίων, ἔτι δὲ λοιμικῆς διαθέσεως ἐμπε
这两位执政官通过初次突击震慑了波伊人,迫使他们向罗马人降服,但在远征的余下时间里,由于降下了异常的大雨,加之疫病流行……

词汇与语法注释

  1. 2.31.2τοῖς ἀναγκαίοις — 形容词 ἀναγκαῖος(必要的、亲密的)的复数名词化形式,意为“近亲”或“家属”。这表明国王阿内罗埃斯图斯不仅自杀,还杀害了他的家人或亲信。它作为与格宾语与 αὑτῷ(自己)并列,受短语 προσήνεγκε τὰς χεῖρας(动手、施加暴力于)的支配。
  2. 2.31.4τῆς ὠφελείας — 表示“充满”的分词 πληρώσας(满足、充满)所要求的表示充盈物的属格。名词 ὠφέλεια 在此处指“战利品”或“掠夺物”。属格修饰直接宾语(对格的 τὰς ὁρμὰς τῶν στρατοπέδων,“军队的欲望”),结构为“用战利品满足了军队的欲望”。
  3. 2.31.8κατελπίσαντες — 动词 κατελπίζω(期望、确信)的不定过去时主动分词,修饰主句主语 Ῥωμαῖοι(罗马人)。该分词支配其后的“对格加不定式”结构(δυνήσεσθαι ... ἐκβαλεῖν,“将能够驱逐”),展现了罗马人从泰拉蒙战役的胜利中获得的信心及未来的意图。
  4. 2.31.10ἐπιγενομένων ὄμβρων — 属格独立结构(genitive absolute),分词 ἐπιγενομένων 与名词 ὄμβρων 在属格上一致,形成独立于主句的状语从句(“异常的大雨降临后”)。随后的 ἔ提 δὲ λοιμικῆς διαθέσεως ἐμπε... 尽管文本在此中断,但也是并列的属格独立结构的一部分。

引用这一段

波利比奥斯, 历史 §2.31.1-2.31.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.31.1-2.31.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。