§2.16.1μενούσης ἀεὶ χιόνος ἀοίκητα τελέως ἐστίν.
积雪终年不化,因此完全无法居住。
τὸν δʼ Ἀπεννῖνον ἀπὸ μὲν τῆς ἀρχῆς τῆς ὑπὲρ Μασσαλίαν καὶ τῆς πρὸς τὰς Ἄλπεις συμπτώσεως Λιγυστῖνοι κατοικοῦσιν, καὶ τὴν ἐπὶ τὸ Τυρρηνικὸν πέλαγος αὐτοῦ πλευρὰν κεκλιμένην καὶ τὴν ἐπὶ τὰ πεδία, §2.16.2παρὰ θάλατταν μὲν μέχρι πόλεως Πίσης, ἣ πρώτη κεῖται τῆς Τυρρηνίας ὡς πρὸς τὰς δυσμάς, κατὰ δὲ τὴν μεσόγαιον ἕως τῆς Ἀρρητίνων χώρας.
至于亚平宁山脉,从它在马萨利亚上方的起点以及与阿尔卑斯山脉的交汇处起,利古里亚人就居住于此,无论是朝向第勒尼安海倾斜的山坡,还是朝向平原倾斜的山坡,沿海一直到比萨城——该城是朝西方向位于第勒尼安地区的第一座城市——,而在内陆则一直到阿雷提乌姆人的领地。
§2.16.3ἑξῆς δὲ Τυρρηνοί· τούτοις δὲ συνεχεῖς ἑκάτερον τὸ κλίμα νέμονται τῶν προειρημένων ὀρῶν Ὄμβροι.
紧接着是第勒尼安人,与他们相邻的是翁布里亚人,他们占领了上述山脉的两个斜坡。
§2.16.4λοιπὸν ὁ μὲν Ἀπεννῖνος ἀπέχων τῆς κατὰ τὸν Ἀδρίαν θαλάττης σταδίους ὡσανεὶ πεντακοσίους ἀπολείπει τὰ πεδία δεξιὸς ἀπονεύων, καὶ διὰ μέσης τῆς λοιπῆς Ἰταλίας διήκων εἰς τὸ Σικελικὸν κατατείνει πέλαγος.
此外,亚平宁山脉在距离亚得里亚海大约五百斯塔德的地方离开平原,向右转弯,穿过意大利其余部分的中间,一直延伸到西西里海。
§2.16.5τὸ δʼ ἀπολειπόμενον μέρος πεδινὸν τῆς πλευρᾶς ἐπὶ θάλατταν καὶ πόλιν καθήκει Σήνην.
而山坡剩下的平原部分则一直延伸到海边和塞纳城。
§2.16.6ὁ δὲ Πάδος ποταμός, ὑπὸ δὲ τῶν ποιητῶν Ἠριδανὸς θρυλούμενος, ἔχει μὲν τὰς πηγὰς ἀπὸ τῶν Ἄλπεων ὡς πρὸς τὴν κορυφὴν μᾶλλον τοῦ προειρημένου σχήματος, καταφέρεται δʼ εἰς τὰ πεδία, ποιούμενος τὴν ῥύσιν ὡς ἐπὶ μεσημβρίαν.
帕多斯河——被诗人传颂为埃里达诺斯河——源自阿尔卑斯山,更靠近上述形状的顶端,它向南奔流,注入平原。
§2.16.7ἀφικόμενος δʼ εἰς τοὺς ἐπιπέδους τόπους, ἐκκλίνας τῷ ῥεύματι πρὸς ἕω φέρεται διʼ αὐτῶν· ποιεῖ δὲ τὴν ἐκβολὴν δυσὶ στόμασιν εἰς τοὺς κατὰ τὸν Ἀδρίαν τόπους· τὸ δὲ πλεῖον ἀποτέμνεται μέρος τῆς πεδιάδος χώρας εἰς τὰς Ἄλπεις καὶ τὸν Ἀδριατικὸν μυχόν.
到达平坦地带后,它转向东方流经其间,通过两个河口注入亚得里亚海地区;该平原地区的大部分被隔在阿尔卑斯山和亚得里亚海最深处之间。
§2.16.8ἄγει δὲ πλῆθος ὕδατος οὐδενὸς ἔλαττον τῶν κατὰ τὴν Ἰταλίαν ποταμῶν διὰ τὸ τὰς ῥύσεις τὰς ἐπὶ τὰ πεδία νευούσας ἀπό τε τῶν Ἄλπεων καὶ τῶν Ἀπεννίνων ὀρῶν εἰς τοῦτον ἐμπίπτειν ἁπάσας καὶ πανταχόθεν.
它运载的水量不亚于意大利的任何一条河流,因为从阿尔卑斯山和亚平宁山脉向平原倾斜的所有溪流,都从四面八方汇入其中。
§2.16.9μεγίστῳ δὲ καὶ καλλίστῳ ῥεύματι φέρεται περὶ κυνὸς ἐπιτολήν, αὐξόμενος ὑπὸ τοῦ πλήθους τῶν ἀνατηκομένων χιόνων ἐν τοῖς προειρημένοις ὄρεσιν.
在天狼星升起的时候,它以最大、最壮丽的流量奔流,这是由于上述山脉上大量积雪融化使其水量增加。
§2.16.10ἀναπλεῖται δʼ ἐκ θαλάττης κατὰ τὸ στόμα τὸ καλούμενον Ὄλανα σχεδὸν ἐπὶ δισχιλίους σταδίους.
从海口,即被称为奥拉纳的河口,可以向上航行近二千斯塔德。
§2.16.11τὴν μὲν γὰρ πρώτην ἐκ τῶν πηγῶν ἔχει ῥύσιν ἁπλῆν, σχίζεται δʼ εἰς δύο μέρη κατὰ τοὺς προσαγορευομένους Τριγαβόλους· τούτων δὲ τὸ μὲν ἕτερον στόμα προσονομάζεται Παδόα, τὸ δʼ ἕτερον Ὄλανα.
因为它从源头开始的第一段流向是单一的,但在被称为特里加博利的地方分为两部分;其中一个河口被称为帕多亚,另一个被称为奥拉纳。
§2.16.12κεῖται δʼ ἐπὶ τούτῳ λιμήν, οὐδενὸς τῶν κατὰ τὸν Ἀδρίαν ἥττω παρεχόμενος ἀσφάλειαν τοῖς ἐν αὐτῷ καθορμιζομένοις.
在后一个河口有一个港口,为停泊在其中的船只提供不亚于亚得里亚海任何港口的安全性。
παρά γε μὴν τοῖς ἐγχωρίοις ὁ ποταμὸς προσαγορεύεται Βόδεγκος.
当地居民则称这条河为博登科斯。
§2.16.13τἄλλα δὲ τὰ περὶ τὸν ποταμὸν τοῦτον ἱστορούμενα παρὰ τοῖς Ἕλλησι, λέγω δὴ τὰ περὶ Φαέθοντα καὶ τὴν ἐκείνου πτῶσιν, ἔτι δὲ τὰ δάκρυα τῶν αἰγείρων καὶ τοὺς μελανείμονας τοὺς περὶ τὸν ποταμὸν οἰκοῦντας, οὕς φασι τὰς ἐσθῆτας εἰσέτι νῦν φορεῖν τοιαύτας ἀπὸ τοῦ κατὰ Φαέθοντα πένθους, §2.16.14καὶ πᾶσαν δὴ τὴν τραγικὴν καὶ ταύτῃ προσεοικυῖαν ὕλην ἐπὶ μὲν τοῦ παρόντος ὑπερθησόμεθα διὰ τὸ μὴ λίαν καθήκειν τῷ τῆς προκατασκευῆς γένει τὴν περὶ τῶν τοιούτων ἀκριβολογίαν.
至于希腊人中流传的关于这条河的其他故事——我是指关于法厄同及其坠落、还有白树的眼泪,以及居住在河边的身穿黑衣的人们,据说他们因为哀悼法厄同至今仍穿着这样的衣服—— 以及所有这类悲剧性的和类似的素材,我们目前将予以搁置,因为对这些事情的详细阐述并不十分适合作为预备性概述的体裁。
§2.16.15μεταλαβόντες δὲ καιρὸν ἁρμόττοντα ποιησόμεθα τὴν καθήκουσαν μνήμην, καὶ μάλιστα διὰ τὴν Τιμαίου περὶ τοὺς προειρημένους τόπους ἄγνοιαν.
但我们会在找到合适机会时进行应有的提及,特别是由于蒂迈欧对上述地区的无知。