Humanitext Reader

波利比奥斯 · 历史 §18.48.1-18.48.10

十人专员分工处置与对埃托利亚人的劝告

第 938 段,共 1311 段 · 希腊语

内容简介

罗马十人委员会分头行动以解放各城市,并与腓力和安条克展开外交交涉;面对埃托利亚人的不满,他们建议其向罗马派驻使团来解决纠纷。

§18.48.1ταῦτα δὲ διοικήσαντες ἐμέρισαν σφᾶς αὐτούς, §18.48.2καὶ Πόπλιος μὲν Λέντλος εἰς Βαργύλια πλεύσας ἠλευθέρωσε τούτους, Λεύκιος δὲ Στερτίνιος εἰς Ἡφαιστίαν καὶ Θάσον ἀφικόμενος καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις ἐποίησε τὸ παραπλήσιον.
处理完这些事务后,他们分头行动,普布利乌斯·伦图卢斯乘船前往巴尔古利亚,使该地获得自由;卢基乌斯·斯特尔提尼乌斯抵达赫菲斯提亚、萨索斯以及色雷斯沿岸城市,也做了同样的事情。
§18.48.3πρὸς δὲ τὸν Ἀντίοχον ὥρμησαν Πόπλιος Οὐίλλιος καὶ Λεύκιος Τερέντιος, οἱ δὲ περὶ Γνάιον τὸν Κορνήλιον πρὸς τὸν βασιλέα Φίλιππον.
普布利乌斯·维利乌斯和卢基乌斯·特伦提乌斯动身前往安条克那里,而格奈乌斯·科尔内利乌斯一行则前往国王腓力处。
§18.48.4ᾧ καὶ συμμίξαντες πρὸς τοῖς Τέμπεσι περί τε τῶν ἄλλων διελέχθησαν ὑπὲρ ὧν εἶχον τὰς ἐντολάς, καὶ συνεβούλευον αὐτῷ πρεσβευτὰς πέμπειν εἰς τὴν Ῥώμην ὑπὲρ συμμαχίας, ἵνα μὴ δοκῇ τοῖς καιροῖς ἐφεδρεύων ἀποκαραδοκεῖν τὴν Ἀντιόχου παρουσίαν.
他们在坦佩附近与国王会合,就受命的其他事项进行了讨论,并建议他派使者前往罗马建立同盟,以免由于观望局势而显得是在期盼安条克的到来。
§18.48.5τοῦ δὲ βασιλέως συγκαταθεμένου τοῖς ὑποδεικνυμένοις, εὐθέως ἀπʼ ἐκείνου χωρισθέντες ἧκον ἐπὶ τὴν τῶν Θερμικῶν σύνοδον,
国王同意了这些建议,于是他们立即告别国王,赶往塞尔米卡大会。
§18.48.6καὶ παρελθόντες εἰς τὰ πλήθη παρεκάλουν τοὺς Αἰτωλοὺς διὰ πλειόνων μένειν ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως καὶ διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν.
他们走到群众面前,长篇累牍地劝说埃托利亚人保持最初的选择,并维护对罗马人的友好态度。
§18.48.7πολλῶν δὲ παρισταμένων, καὶ τῶν μὲν πρᾴως καὶ πολιτικῶς μεμψιμοιρούντων αὐτοῖς ἐπὶ τῷ μὴ κοινωνικῶς χρῆσθαι τοῖς εὐτυχήμασι μηδὲ τηρεῖν τὰς ἐξ ἀρχῆς συνθήκας, §18.48.8τῶν δὲ λοιδορούντων καὶ φασκόντων οὔτʼ ἂν ἐπιβῆναι τῆς Ἑλλάδος οὐδέποτε Ῥωμαίους οὔτʼ ἂν νικῆσαι Φίλιππον, εἰ μὴ διʼ ἑαυτούς,
在众多在场的人中,一些人温和且得体地抱怨他们未能共享胜利果实,也未能遵守最初的条约,另一些人则辱骂他们,声称若非因为自己,罗马人既不可能踏足希腊,也不可能击败腓力。
§18.48.9τὸ μὲν ἀπολογεῖσθαι πρὸς ἕκαστα τούτων οἱ περὶ τὸν Γνάιον ἀπεδοκίμασαν, παρεκάλουν δʼ αὐτοὺς πρεσβεύειν εἰς τὴν Ῥώμην, διότι πάντων παρὰ τῆς συγκλήτου τεύξονται τῶν δικαίων· ὃ καὶ πεισθέντες ἐποίησαν.
格奈乌斯一行认为不应针对这些指责逐一辩解,而是劝说他们派使者去罗马,因为他们将从元老院获得一切公正的对待;埃托利亚人接受了劝说并照办了。
§18.48.10καὶ τὸ μὲν τέλος τοῦ πρὸς Φίλιππον πολέμου τοιαύτην ἔσχε διάθεσιν.
针对腓力的战争的终结,就这样得到了安排。

词汇与语法注释

  1. 18.48.4τοῖς καιροῖς ἐφεδρεύων — 分词 ἐφεδρεύων 搭配与格 τοῖς καιροῖς,意为“伺机观望”或“等待时机”。在此处,它表达了腓力在罗马与安条克的对抗中,可能被怀疑是在表面保持中立的同时暗中观望局势的含义。
  2. 18.48.7τῶν μὲν... μεμψιμοιρούντων — 紧接在独立属格 πολλῶν δὲ παρισταμένων 之后,带有属格分词的 τῶν μὲν... μεμψιμοιρούντων 以及 τῶν δὲ... (§18.48.8) 结构起到了分配性独立属格的作用,详细说明了在场“众人”(πολλῶν)中不同群体的反应。
  3. 18.48.8οὔτʼ ἂν ἐπιβῆναι... οὔτʼ ἂν νικῆσαι... εἰ μὴ διʼ ἑαυτούς — 这是间接引语中的过去虚拟(与过去事实相反)条件句。其直接引语形式应为 οὔτ’ ἂν ἐπέβησαν... οὔτ’ ἂν ἐνίκησαν... εἰ μὴ δι’ ἡμᾶς(“若非因为我们,他们绝不可能踏足……也不可能击败……”),由于受到主导分词 φασκόντων 的支配,变为了 ἄν + 不定式 结构。δι’ ἑαυτούς,(δι’ ἑαυτούς)反指埃托利亚人自己。

引用这一段

波利比奥斯, 历史 §18.48.1-18.48.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.48.1-18.48.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。