§18.48.1ταῦτα δὲ διοικήσαντες ἐμέρισαν σφᾶς αὐτούς, §18.48.2καὶ Πόπλιος μὲν Λέντλος εἰς Βαργύλια πλεύσας ἠλευθέρωσε τούτους, Λεύκιος δὲ Στερτίνιος εἰς Ἡφαιστίαν καὶ Θάσον ἀφικόμενος καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις ἐποίησε τὸ παραπλήσιον.
Having settled these matters, they divided themselves into groups, and Publius Lentulus sailed to Bargylia and set them free, while Lucius Stertinius went to Hephaestia and Thasos and the cities in Thrace and did the like.
§18.48.3πρὸς δὲ τὸν Ἀντίοχον ὥρμησαν Πόπλιος Οὐίλλιος καὶ Λεύκιος Τερέντιος, οἱ δὲ περὶ Γνάιον τὸν Κορνήλιον πρὸς τὸν βασιλέα Φίλιππον.
Publius Villius and Lucius Terentius set out for Antiochus, while Gnaeus Cornelius and his company went to King Philip.
§18.48.4ᾧ καὶ συμμίξαντες πρὸς τοῖς Τέμπεσι περί τε τῶν ἄλλων διελέχθησαν ὑπὲρ ὧν εἶχον τὰς ἐντολάς, καὶ συνεβούλευον αὐτῷ πρεσβευτὰς πέμπειν εἰς τὴν Ῥώμην ὑπὲρ συμμαχίας, ἵνα μὴ δοκῇ τοῖς καιροῖς ἐφεδρεύων ἀποκαραδοκεῖν τὴν Ἀντιόχου παρουσίαν.
Meeting him near Tempe, they discussed the other matters on which they had instructions, and advised him to send envoys to Rome to make an alliance, so that he might not seem, by waiting upon events, to be expecting the arrival of Antiochus.
§18.48.5τοῦ δὲ βασιλέως συγκαταθεμένου τοῖς ὑποδεικνυμένοις, εὐθέως ἀπʼ ἐκείνου χωρισθέντες ἧκον ἐπὶ τὴν τῶν Θερμικῶν σύνοδον,
Since the king agreed to their suggestions, they parted from him at once and arrived at the Thermic assembly.
§18.48.6καὶ παρελθόντες εἰς τὰ πλήθη παρεκάλουν τοὺς Αἰτωλοὺς διὰ πλειόνων μένειν ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως καὶ διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν.
Coming forward before the multitude, they urged the Aetolians at length to remain loyal to their original choice and to preserve their goodwill toward the Romans.
§18.48.7πολλῶν δὲ παρισταμένων, καὶ τῶν μὲν πρᾴως καὶ πολιτικῶς μεμψιμοιρούντων αὐτοῖς ἐπὶ τῷ μὴ κοινωνικῶς χρῆσθαι τοῖς εὐτυχήμασι μηδὲ τηρεῖν τὰς ἐξ ἀρχῆς συνθήκας, §18.48.8τῶν δὲ λοιδορούντων καὶ φασκόντων οὔτʼ ἂν ἐπιβῆναι τῆς Ἑλλάδος οὐδέποτε Ῥωμαίους οὔτʼ ἂν νικῆσαι Φίλιππον, εἰ μὴ διʼ ἑαυτούς,
While many were present, some of them complained gently and politely of the Romans' failure to share the fruits of success with them and to keep their original treaty, while others abused them, asserting that the Romans would never have set foot in Greece nor conquered Philip but for themselves.
§18.48.9τὸ μὲν ἀπολογεῖσθαι πρὸς ἕκαστα τούτων οἱ περὶ τὸν Γνάιον ἀπεδοκίμασαν, παρεκάλουν δʼ αὐτοὺς πρεσβεύειν εἰς τὴν Ῥώμην, διότι πάντων παρὰ τῆς συγκλήτου τεύξονται τῶν δικαίων· ὃ καὶ πεισθέντες ἐποίησαν.
Gnaeus and his company thought it best not to defend themselves against each of these charges, but urged them to send envoys to Rome, since they would obtain full justice from the Senate; and they were persuaded to do so.
§18.48.10καὶ τὸ μὲν τέλος τοῦ πρὸς Φίλιππον πολέμου τοιαύτην ἔσχε διάθεσιν.
In this manner, then, the war against Philip was brought to its conclusion.