Humanitext Reader

波利比奥斯 · 历史 §18.20.1-18.20.9

隔丘平行进军与浓雾中的警戒部队

第 909 段,共 1311 段 · 希腊语

内容简介

因不满费莱周围的地形,两军开始移动,由于中间隔着丘陵,他们在不知道彼此位置的情况下平行进军。次日暴雨后起大雾,阻碍了腓力的进军,于是他派出一支部队去占领山顶。

§18.20.1κατὰ δὲ τὴν ἐπιοῦσαν ἀμφότεροι δυσαρεστούμενοι τοῖς περὶ τὰς Φερὰς τόποις διὰ τὸ καταφύτους εἶναι καὶ πλήρεις αἱμασιῶν καὶ κηπίων ἀνέζυξαν.
第二天,双方都因费莱周围的土地树木茂密并塞满了石墙和庭园而感到不满,于是拔营起行。
§18.20.2ὁ μὲν οὖν Φίλιππος ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τὴν Σκοτοῦσσαν, σπεύδων ἐκ ταύτης τῆς πόλεως ἐφοδιάσασθαι, μετὰ δὲ ταῦτα γενόμενος εὐτρεπὴς λαβεῖν τόπους ἁρμόζοντας ταῖς αὑτοῦ δυνάμεσιν·
腓力朝向斯科图萨进军,急于从该城获取补给,并在此后做好准备,以便占据适合其军队的地形。
§18.20.3ὁ δὲ Τίτος ὑποπτεύσας τὸ μέλλον ἐκίνει τὴν δύναμιν ἅμα τῷ Φιλίππῳ, σπεύδων προκαταφθεῖραι τὸν ἐν τῇ Σκοτουσσαίᾳ σῖτον.
提图斯预察到了对方的意图,与腓力同时调动军队,急于提前摧毁斯科图萨地区的粮食。
§18.20.4τῆς δʼ ἑκατέρων πορείας μεταξὺ κειμένων ὄχθων ὑψηλῶν, οὔθʼ οἱ Ῥωμαῖοι συνεώρων τοὺς Μακεδόνας, ποῖ ποιοῦνται τὴν πορείαν, οὔθʼ οἱ Μακεδόνες τοὺς Ῥωμαίους.
由于两军的进军路线之间隔着高耸的丘陵,罗马人既看不见马其顿人正往何处进军,马其顿人也看不见罗马人。
§18.20.5ταύτην μὲν οὖν τὴν ἡμέραν ἑκάτεροι διανύσαντες, ὁ μὲν Τίτος ἐπὶ τὴν προσαγορευομένην Ἐρέτριαν τῆς Φθιώτιδος χώρας, ὁ δὲ Φίλιππος ἐπὶ τὸν Ὀγχηστὸν ποταμόν, αὐτοῦ κατέζευξαν, ἀγνοοῦντες ἀμφότεροι τὰς ἀλλήλων παρεμβολάς·
结束了这一天的行程后,他们各自安营扎寨,提图斯驻扎在弗西奥蒂斯地区所谓的埃雷特里亚,腓力则在翁凯斯托斯河畔,双方都不知道对方营地的位置。
§18.20.6τῇ δʼ ὑστεραίᾳ προελθόντες ἐστρατοπέδευσαν, Φίλιππος μὲν ἐπὶ τὸ Μελάμβιον προσαγορευόμενον τῆς Σκοτουσσαίας, Τίτος δὲ περὶ τὸ Θετίδειον τῆς Φαρσαλίας, ἀκμὴν ἀγνοοῦντες ἀλλήλους.
第二天,他们继续前进并筑营,腓力在斯科图萨地区所谓的梅兰比翁,提图斯在法萨利亚地区的塞蒂迪翁附近,依然不知道彼此的位置。
§18.20.7ἐπιγενομένου δʼ ὄμβρου καὶ βροντῶν ἐξαισίων, πάντα συνέβη τὸν ἀέρα τὸν ἐκ τῶν νεφῶν κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ὑπὸ τὴν ἑωθινὴν πεσεῖν ἐπὶ τὴν γῆν, ὥστε διὰ τὸν ἐφεστῶτα ζόφον μηδὲ τοὺς ἐν ποσὶ δύνασθαι βλέπειν.
随后出现了暴雨和惊雷,在接下来的这一天黎明前夕,云中的浓雾全都降落到地面上,以致于因为笼罩的黑暗,人们连脚前的东西都看不见。
§18.20.8οὐ μὴν ἀλλʼ ὅ γε Φίλιππος κατανύσαι σπεύδων ἐπὶ τὸ προκείμενον, ἀναζεύξας προῄει μετὰ πάσης τῆς στρατιᾶς.
尽管如此,腓力因急于到达预定的目的地,便拔营率全军前进。
§18.20.9δυσχρηστούμενος δὲ κατὰ τὴν πορείαν διὰ τὴν ὀμίχλην, βραχὺν τόπον διανύσας τὴν μὲν δύναμιν εἰς χάρακα παρενέβαλε, τὴν δʼ ἐφεδρείαν ἀπέστειλε, συντάξας ἐπὶ τοὺς ἄκρους ἐπιβαλεῖν τῶν μεταξὺ κειμένων βουνῶν.
他在进军途中因浓雾而行动困难,仅行进了很短的距离,就将主力安置在营地中,并派出一支预备队,命令他们去占领介于两军之间的山丘顶部。

词汇与语法注释

  1. 18.20.4τῆς δʼ ἑκατέρων πορείας μεταξὺ κειμένων ὄχθων ὑψηλῶν — 这是一个复杂的语序,介词 `μεταξὺ` 及其支配的属格 `τῆς ἑκατέρων πορείας`(两者的行军路线之间)被插入到独立属格结构 `κειμένων ὄχθων ὑψηλῶν`(由于高耸的丘陵横亘着)之中。在语法上,该独立属格表示因果关系。
  2. 18.20.4τοὺς Μακεδόνας, ποῖ ποιοῦνται τὴν πορείαν — 先行(prolepsis)句法。本应是间接疑问从句 `ποῖ` 中的主语 `οἱ Μακεδόνες` 被提前作为主句动词 `συνεώρων` 的直接宾语(`τοὺς Μακεδόνας`)。后半句的 `τοὺς Ῥωμαῖους` 也带有同样的省略结构。
  3. 18.20.6ἀκμὴν — 副词性宾格,意为“依然”、“仍然”(相当于 ἔτι)。这种用法是希腊化时期希腊语(通用希腊语 Koine)的典型特征,在古典雅典散文中并不常见。
  4. 18.20.7τοὺς ἐν ποσὶ — 惯用语,指“脚下的东西”,即“眼前的、近在咫尺的事物”,以此形象地传达出浓雾使能见度变得极低的状态。

引用这一段

波利比奥斯, 历史 §18.20.1-18.20.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.20.1-18.20.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。