§18.20.1κατὰ δὲ τὴν ἐπιοῦσαν ἀμφότεροι δυσαρεστούμενοι τοῖς περὶ τὰς Φερὰς τόποις διὰ τὸ καταφύτους εἶναι καὶ πλήρεις αἱμασιῶν καὶ κηπίων ἀνέζυξαν.
On the following day, both parties, being dissatisfied with the country around Pherae because it was covered with trees and full of stone walls and gardens, struck their camps.
§18.20.2ὁ μὲν οὖν Φίλιππος ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τὴν Σκοτοῦσσαν, σπεύδων ἐκ ταύτης τῆς πόλεως ἐφοδιάσασθαι, μετὰ δὲ ταῦτα γενόμενος εὐτρεπὴς λαβεῖν τόπους ἁρμόζοντας ταῖς αὑτοῦ δυνάμεσιν·
Philip, then, made his march towards Scotussa, hastening to provision himself from this city, and after this, having made himself ready to secure ground suitable for his forces.
§18.20.3ὁ δὲ Τίτος ὑποπτεύσας τὸ μέλλον ἐκίνει τὴν δύναμιν ἅμα τῷ Φιλίππῳ, σπεύδων προκαταφθεῖραι τὸν ἐν τῇ Σκοτουσσαίᾳ σῖτον.
But Titus, suspecting what was to come, moved his forces at the same time as Philip, hastening to destroy beforehand the grain in the territory of Scotussa.
§18.20.4τῆς δʼ ἑκατέρων πορείας μεταξὺ κειμένων ὄχθων ὑψηλῶν, οὔθʼ οἱ Ῥωμαῖοι συνεώρων τοὺς Μακεδόνας, ποῖ ποιοῦνται τὴν πορείαν, οὔθʼ οἱ Μακεδόνες τοὺς Ῥωμαίους.
As high hills lay between the line of march of both, neither did the Romans see where the Macedonians were directing their march, nor did the Macedonians see the Romans.
§18.20.5ταύτην μὲν οὖν τὴν ἡμέραν ἑκάτεροι διανύσαντες, ὁ μὲν Τίτος ἐπὶ τὴν προσαγορευομένην Ἐρέτριαν τῆς Φθιώτιδος χώρας, ὁ δὲ Φίλιππος ἐπὶ τὸν Ὀγχηστὸν ποταμόν, αὐτοῦ κατέζευξαν, ἀγνοοῦντες ἀμφότεροι τὰς ἀλλήλων παρεμβολάς·
Having completed this day's march, they encamped, Titus at the so-called Eretria in the territory of Phthiotis, and Philip at the river Onchestus, both ignorant of the other's encamping place.
§18.20.6τῇ δʼ ὑστεραίᾳ προελθόντες ἐστρατοπέδευσαν, Φίλιππος μὲν ἐπὶ τὸ Μελάμβιον προσαγορευόμενον τῆς Σκοτουσσαίας, Τίτος δὲ περὶ τὸ Θετίδειον τῆς Φαρσαλίας, ἀκμὴν ἀγνοοῦντες ἀλλήλους.
On the following day they advanced and encamped, Philip at the so-called Melambium in the territory of Scotussa, and Titus near the Thetidium in the territory of Pharsalia, still ignorant of each other's position.
§18.20.7ἐπιγενομένου δʼ ὄμβρου καὶ βροντῶν ἐξαισίων, πάντα συνέβη τὸν ἀέρα τὸν ἐκ τῶν νεφῶν κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ὑπὸ τὴν ἑωθινὴν πεσεῖν ἐπὶ τὴν γῆν, ὥστε διὰ τὸν ἐφεστῶτα ζόφον μηδὲ τοὺς ἐν ποσὶ δύνασθαι βλέπειν.
But when a violent storm of rain and thunder came on, it happened that on the next day, near dawn, all the mist from the clouds fell upon the earth, so that because of the thick darkness they could not even see what was at their feet.
§18.20.8οὐ μὴν ἀλλʼ ὅ γε Φίλιππος κατανύσαι σπεύδων ἐπὶ τὸ προκείμενον, ἀναζεύξας προῄει μετὰ πάσης τῆς στρατιᾶς.
Nevertheless Philip, hastening to reach his proposed destination, struck his camp and advanced with his whole army.
§18.20.9δυσχρηστούμενος δὲ κατὰ τὴν πορείαν διὰ τὴν ὀμίχλην, βραχὺν τόπον διανύσας τὴν μὲν δύναμιν εἰς χάρακα παρενέβαλε, τὴν δʼ ἐφεδρείαν ἀπέστειλε, συντάξας ἐπὶ τοὺς ἄκρους ἐπιβαλεῖν τῶν μεταξὺ κειμένων βουνῶν.
Being hampered on his march by the fog, after covering only a short distance, he placed his main force in a camp, and sent out a detachment, ordering them to occupy the summits of the hills lying between them.