§18.21.1ὁ δὲ Τίτος στρατοπεδεύων περὶ τὸ Θετίδειον, καὶ διαπορούμενος ὑπὲρ τῶν πολεμίων ποῦ ποτʼ εἰσί, δέκα προθέμενος οὐλαμοὺς καὶ τῶν εὐζώνων εἰς χιλίους ἐξαπέστειλε, παρακαλέσας εὐλαβῶς ἐξερευνωμένους ἐπιπορεύεσθαι τὴν χώραν·
至于提图斯,他正驻扎在塞蒂迪翁附近,因不知道敌人究竟在哪里而感到困惑,于是派遣了十个骑兵队和大约一千名轻装步兵,命令他们谨慎侦察并巡视该地区。
§18.21.2οἳ καὶ προάγοντες ὡς ἐπὶ τὰς ὑπερβολὰς ἔλαθον ἐμπεσόντες εἰς τὴν τῶν Μακεδόνων ἐφεδρείαν διὰ τὸ δύσοπτον τῆς ἡμέρας.
他们在朝向山口前进时,由于当天的视野极差,在不知不觉中遭遇了马其顿人的预备队。
§18.21.3οὗτοι μὲν οὖν ἐν ταῖς ἀρχαῖς ἐπὶ βραχὺ διαταραχθέντες ἀμφότεροι μετʼ ὀλίγον ἤρξαντο καταπειράζειν ἀλλήλων, διεπέμψαντο δὲ καὶ πρὸς τοὺς ἑαυτῶν ἡγεμόνας ἑκάτεροι τοὺς διασαφήσοντας τὸ γεγονός·
起初,双方都略微有些混乱,但不久后便开始互相试探交火,并且各自向自己的指挥官派遣了使者,以报告发生的情况。
§18.21.4ἐπειδὴ δὲ κατὰ τὴν συμπλοκὴν οἱ Ῥωμαῖοι κατεβαροῦντο καὶ κακῶς ἔπασχον ὑπὸ τῆς τῶν Μακεδόνων ἐφεδρείας, πέμποντες εἰς τὴν ἑαυτῶν παρεμβολὴν ἐδέοντο σφίσι βοηθεῖν.
然而,在交战中,罗马人受到马其顿预备队的沉重打击,陷入苦战,于是派人前往自己的营地,请求派兵增援。
§18.21.5ὁ δὲ Τίτος, παρακαλέσας τοὺς περὶ τὸν Ἀρχέδαμον καὶ τὸν Εὐπόλεμον Αἰτωλοὺς καὶ δύο τῶν παρʼ αὑτοῦ χιλιάρχων, ἐξέπεμψε μετὰ πεντακοσίων ἱππέων καὶ δισχιλίων πεζῶν.
提图斯便召集了阿耳刻达摩斯和欧波勒摩斯率领的埃托利亚人以及自己麾下的两名军事护民官,派他们带领五百名骑兵和两千名步兵前去增援。
§18.21.6ὧν προσγενομένων τοῖς ἐξ ἀρχῆς ἀκροβολιζομένοις, παραυτίκα τὴν ἐναντίαν ἔσχε διάθεσιν ὁ κίνδυνος·
当他们与起初就在进行遭遇战的人马汇合时,战斗的局势顿时发生了逆转。
§18.21.7οἱ μὲν γὰρ Ῥωμαῖοι, προσλαβόντες τὴν ἐκ τῆς βοηθείας ἐλπίδα διπλασίως ἐπερρώσθησαν πρὸς τὴν χρείαν, §18.21.8οἱ δὲ Μακεδόνες ἠμύνοντο μὲν γενναίως, πιεζούμενοι δὲ πάλιν οὗτοι καὶ καταβαρούμενοι τοῖς ὅλοις προσέφυγον πρὸς τοὺς ἄκρους καὶ διεπέμποντο πρὸς τὸν βασιλέα περὶ βοηθείας.
因为罗马人从援军那里获得了希望,在战斗中倍加振作,而马其顿人虽然英勇抵抗,但这次轮到他们承受压力并处于全面劣势,于是退缩到山顶,并向国王派人求援。