Humanitext Reader

波利比奥斯 · 历史 §18.19.1-18.19.12

两军在费莱附近的接近与前哨战

第 908 段,共 1311 段 · 希腊语

内容简介

提图斯和腓力五世的军队在费莱附近逼近,在夜间先遣队险些相遇之后,次日双方的侦察部队之间爆发了激烈的冲突。

§18.19.1πλὴν ὅ γε Τίτος ἑτοιμασάμενος ταῦτα πρὸς τὰς ἐκ τοῦ καιροῦ χρείας, προῆγε παντὶ τῷ στρατεύματι βάδην, ἀποσχὼν δὲ περὶ πεντήκοντα στάδια τῆς τῶν Φεραίων πόλεως αὐτοῦ παρενέβαλε.
然而提图斯准备好这些木桩以备临时之需后,率领全军缓慢前进,在距离费莱城约五十斯塔迪翁的地方驻扎下来。
§18.19.2κατὰ δὲ τὴν ἐπιοῦσαν ὑπὸ τὴν ἑωθινὴν ἐξέπεμπε τοὺς κατοπτεύσοντας καὶ διερευνησομένους, εἴ τινα δυνηθεῖεν λαβεῖν ἀφορμὴν εἰς τὸ γνῶναι ποῦ ποτʼ εἰσὶ καὶ τί πράττουσιν οἱ πολέμιοι.
第二天黎明前夕,他发出侦察和搜寻人员,看看是否能获得任何线索,以了解敌人究竟在何处以及正在做什么。
§18.19.3Φίλιππος δὲ [καὶ] κατὰ τὸν αὐτὸν καιρὸν πυνθανόμενος τοὺς Ῥωμαίους στρατοπεδεύειν περὶ τὰς Θήβας, ἐξάρας ἀπὸ τῆς Λαρίσης παντὶ τῷ στρατεύματι προῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὰς Φεράς.
与此同时,腓力听说罗马人在底比斯附近驻扎,便率领全军从拉里萨出发,朝费莱方向进军。
§18.19.4ἀποσχὼν δὲ περὶ τριάκοντα στάδια, τότε μὲν αὐτοῦ καταστρατοπεδεύσας ἐν ὥρᾳ παρήγγειλε πᾶσι γίνεσθαι περὶ τὴν τοῦ σώματος θεραπείαν, §18.19.5ὑπὸ δὲ τὴν ἑωθινὴν ἐξεγείρας τὴν δύναμιν τοὺς μὲν εἰθισμένους προπορεύεσθαι τῆς δυνάμεως προεξαπέστειλε, συντάξας ὑπερβάλλειν τὰς ὑπὲρ τὰς Φερὰς ἀκρολοφίας, αὐτὸς δὲ τῆς ἡμέρας διαφαινούσης ἐκίνει τὴν δύναμιν ἐκ τοῦ χάρακος.
在距离约三十斯塔迪翁的地方,他当天及早就在那里驻营,并命令所有人休整身体,黎明前夕,他唤醒军队,预先派出了习惯于在主力前头行进的前卫,命令他们越过费莱上方的山丘,他自己则在天刚破晓时率军离开营地。
§18.19.6παρʼ ὀλίγον μὲν οὖν ἦλθον ἀμφοτέρων οἱ προεξαπεσταλμένοι τοῦ συμπεσεῖν ἀλλήλοις περὶ τὰς ὑπερβολάς·
因此,双方的先遣队在山隘附近几乎迎头相撞。
§18.19.7προϊδόμενοι γὰρ σφᾶς αὐτοὺς ὑπὸ τὴν ὄρφνην ἐκ πάνυ βραχέος διαστήματος ἐπέστησαν, καὶ ταχέως ἔπεμπον, ἀποδηλοῦντες ἀμφότεροι τοῖς ἡγεμόσι τὸ γεγονὸς καὶ πυνθανόμενοι τί δέον εἴη ποιεῖν.
因为他们在黑暗中在极近的距离发现了彼此,便停了下来,双方都迅速派出使者,向将领们报告所发生的情况,并询问应该怎么做。
§18.19.8ἐπὶ τῶν ὑποκειμένων στρατοπεδειῶν κἀκείνους ἀνακαλεῖσθαι.
(他们被命令留在)当前的营地,并将他们(先遣队)召回。
§18.19.9τῇ δʼ ἐπαύριον ἐξέπεμψαν ἀμφότεροι κατασκοπῆς ἕνεκα τῶν ἱππέων καὶ τῶν εὐζώνων περὶ τριακοσίους ἑκατέρων, ἐν οἷς ὁ Τίτος καὶ τῶν Αἰτωλῶν δύʼ οὐλαμοὺς ἐξαπέστειλε διὰ τὴν ἐμπειρίαν τῶν τόπων·
第二天,双方各派出了约三百名骑兵和轻装步兵进行侦察,其中提图斯还因为埃托利亚人熟悉当地地形而派遣了他们的两个骑兵中队。
§18.19.10οἳ καὶ συμμίξαντες ἀλλήλοις ἐπὶ τάδε τῶν Φερῶν ὡς πρὸς Λάρισαν συνέβαλλον ἐκθύμως.
他们是在费莱的这一侧,朝向拉里萨的方向相遇,并展开了激烈的交锋。
§18.19.11τῶν δὲ περὶ τὸν Εὐπόλεμον τὸν Αἰτωλὸν εὐρώστως κινδυνευόντων καὶ συνεκκαλουμένων τοὺς Ἰταλικοὺς πρὸς τὴν χρείαν, θλίβεσθαι συνέβαινε τοὺς Μακεδόνας.
由于埃托利亚人尤波勒莫斯及其部下奋勇作战,并呼吁意大利人加入战斗,马其顿人开始陷入苦战。
§18.19.12καὶ τότε μὲν ἐπὶ πολὺν χρόνον ἀκροβολισάμενοι διεχωρίσθησαν εἰς τὰς αὑτῶν παρεμβολάς·
当时在进行了长时间的小规模冲突后,他们各自撤回到自己的营地。

词汇与语法注释

  1. §18.19.1παντὶ τῷ στρατεύματι — 与表示军队或舰队等军事力量进军或移动的动词(此处为 προῆγε)连用,表示随同或伴随的与格(军事伴随与格)。在古典希腊语中,这种与格通常不带介词 σύν 而单独使用。
  2. §18.19.2τοὺς κατοπτεύσοντας καὶ διερευνησομένους — 紧跟在表示派遣的动词(ἐξέπεμπε)之后的带冠词的将来分词,表示目的,译为“(派出)去侦察和搜寻的人”。
  3. §18.19.6παρʼ ὀλίγον μὲν οὖν ἦλθον ... τοῦ συμπεσεῖν — 指动词短语 παρʼ ὀλίγον ἔρχομαι 后接属格不定式(此处为带冠词的不定式 τοῦ συμπεσεῖν)的惯用表达,表示“差一点就……”或“险些……”。
  4. §18.19.8ἀνακαλεῖσθαι — 原文此句在文献传抄过程中存在缺失(lacuna),缺少主要限定动词。根据上下文,不定式 ἀνακαλεῖσθαι 充当命令不定式(或因省略了表示“命令”的母句动词而悬空),作为对前一句“询问该怎么做”的答复。
  5. §18.19.11τῶν δὲ περὶ τὸν Εὐπόλεμον ... κινδυνευόντων — 独立属格结构。分词的主语是属格短语 τῶν περὶ τὸν Εὐπόλεμον(尤波勒莫斯及其部下),与主句的主语(οἱ Μακεδόνες)不同,在此起原因或伴随情况的状语从句作用。

引用这一段

波利比奥斯, 历史 §18.19.1-18.19.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.19.1-18.19.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。