Humanitext Reader

波利比奥斯 · 历史 §18.2.1-18.2.6

盟国代表向菲利普提出各自要求

第 891 段,共 1311 段 · 希腊语

内容简介

提图斯邀请其他代表提出各自的要求,随后阿塔罗斯、罗得斯、阿开亚和埃托利亚的代表依次向菲利普提出归还领土、撤军以及恢复被毁神殿等具体要求。

§18.2.1ταῦτα δʼ εἰπὼν ὁ Τίτος αὐτὸς μὲν ἐπέσχε, πρὸς δὲ τοὺς ἄλλους ἐπιστραφεὶς ἐκέλευε λέγειν ἅπερ ἑκάστοις αὐτῶν οἱ πέμψαντες εἴησαν ἐντεταλμένοι.
说完这些话后,提图斯本人便停了下来,转而面向其他人,要求他们说明各自的派遣者所嘱托的内容。
§18.2.2πρῶτος δὲ Διονυσόδωρος ὁ παρʼ Ἀττάλου μεταλαβὼν τὸν λόγον τάς τε ναῦς ἔφη δεῖν αὐτὸν ἀποδοῦναι τὰς τοῦ βασιλέως τὰς γενομένας αἰχμαλώτους ἐν τῇ περὶ Χίον ναυμαχίᾳ καὶ τοὺς ἅμα ταύταις ἄνδρας, ἀποκαταστῆσαι δὲ καὶ τὸ τῆς Ἀφροδίτης ἱερὸν ἀκέραιον καὶ τὸ Νικηφόριον, ἃ κατέφθειρε.
首先,来自阿塔罗斯那里的狄奥尼索多罗斯接过话头,表示菲利普必须归还在希奥斯附近海战中捕获的国王船只以及随船的人员,并且还必须将他所破坏的阿芙洛狄忒神庙和尼克弗里翁恢复原状。
§18.2.3μετὰ δὲ τοῦτον ὁ τῶν Ῥοδίων ναύαρχος Ἀκεσίμβροτος τῆς μὲν Περαίας ἐκέλευεν ἐκχωρεῖν τὸν Φίλιππον, ἧς αὐτῶν παρῄρηται, τὰς δὲ φρουρὰς ἐξάγειν ἐξ Ἰασοῦ καὶ Βαργυλίων καὶ τῆς Εὐρωμέων πόλεως, §18.2.4ἀποκαταστῆσαι δὲ καὶ Περινθίους εἰς τὴν Βυζαντίων συμπολιτείαν, παραχωρεῖν δὲ καὶ Σηστοῦ καὶ Ἀβύδου καὶ τῶν ἐμπορίων καὶ λιμένων τῶν κατὰ τὴν Ἀσίαν ἁπάντων.
在他之后,罗得斯人的船队指挥官阿克辛布罗托斯要求菲利普撤出从他们手中夺取的佩莱亚,并从伊阿索斯、巴尔居利亚以及欧罗莫斯人的城市中撤走驻军,此外还要求将佩林托斯人重新并入拜占庭人的政体中,并让出塞斯托斯、阿拜多斯以及亚洲沿岸所有的通商口岸和港口。
§18.2.5ἐπὶ δὲ τοῖς Ῥοδίοις Ἀχαιοὶ Κόρινθον ἀπῄτουν καὶ τὴν τῶν Ἀργείων πόλιν ἀβλαβῆ.
在罗得斯人之后,开亚人要求归还科林斯和完好无损的阿尔戈斯人的城市。
§18.2.6μετὰ δὲ τούτους Αἰτωλοὶ πρῶτον μὲν τῆς Ἑλλάδος ἁπάσης ἐκέλευον ἐξίστασθαι, καθάπερ καὶ Ῥωμαῖοι, δεύτερον αὑτοῖς ἀποκαθιστάναι τὰς πόλεις ἀβλαβεῖς τὰς πρότερον μετασχούσας τῆς τῶν Αἰτωλῶν συμπολιτείας.
在他们之后,埃托利亚人要求:第一,像罗马人一样撤出整个希腊;第二,向他们完好无损地归还以前曾加入埃托利亚同盟的那些城市。

词汇与语法注释

  1. §18.2.1εἴησαν ἐντεταλμένοι — 隶属于过去主控动词(ἐκέλευε)的关系从句中的过去完成时希求语气(间接引语希求语气),表示派遣者们在此前已经下达完毕的指令。
  2. §18.2.3ἧς αὐτῶν παρῄρηται — 关系代名词 ἧς 受到先行词 τῆς Περαίας 的属格吸引,代替了本应作为动词 παρῄρηται(取历史现在时,源自动词 παραιρέομαι“夺去”,通常接双宾格)直接宾语的宾格 ἥν。人称代名词属格 αὐτῶν 起分离属格的作用,表示“自他们(罗得斯人)那里”。
  3. §18.2.5ἐπὶ δὲ τοῖς Ῥοδίοις — 介词 ἐπί 接与格,在此处表示时间上或顺序上的接续(“在罗得斯人之后”)。

引用这一段

波利比奥斯, 历史 §18.2.1-18.2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.2.1-18.2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。