§18.2.1ταῦτα δʼ εἰπὼν ὁ Τίτος αὐτὸς μὲν ἐπέσχε, πρὸς δὲ τοὺς ἄλλους ἐπιστραφεὶς ἐκέλευε λέγειν ἅπερ ἑκάστοις αὐτῶν οἱ πέμψαντες εἴησαν ἐντεταλμένοι.
Having said this, Titus himself stopped speaking, and turning to the others, urged them to state what instructions those who sent them had given to each of them.
§18.2.2πρῶτος δὲ Διονυσόδωρος ὁ παρʼ Ἀττάλου μεταλαβὼν τὸν λόγον τάς τε ναῦς ἔφη δεῖν αὐτὸν ἀποδοῦναι τὰς τοῦ βασιλέως τὰς γενομένας αἰχμαλώτους ἐν τῇ περὶ Χίον ναυμαχίᾳ καὶ τοὺς ἅμα ταύταις ἄνδρας, ἀποκαταστῆσαι δὲ καὶ τὸ τῆς Ἀφροδίτης ἱερὸν ἀκέραιον καὶ τὸ Νικηφόριον, ἃ κατέφθειρε.
First, Dionysodorus, the representative from Attalus, taking up the word, said that Philip must restore the king's ships captured in the naval battle around Chios and the men who were on them, and also restore to their undamaged state the temple of Aphrodite and the Nicephorium which he had destroyed.
§18.2.3μετὰ δὲ τοῦτον ὁ τῶν Ῥοδίων ναύαρχος Ἀκεσίμβροτος τῆς μὲν Περαίας ἐκέλευεν ἐκχωρεῖν τὸν Φίλιππον, ἧς αὐτῶν παρῄρηται, τὰς δὲ φρουρὰς ἐξάγειν ἐξ Ἰασοῦ καὶ Βαργυλίων καὶ τῆς Εὐρωμέων πόλεως,
After him, Acesimbrotus, the admiral of the Rhodians, urged Philip to evacuate the Peraea, which he had taken from them, and to withdraw his garrisons from Iasus, Bargylia, and the city of Euromus.
§18.2.4ἀποκαταστῆσαι δὲ καὶ Περινθίους εἰς τὴν Βυζαντίων συμπολιτείαν, παραχωρεῖν δὲ καὶ Σηστοῦ καὶ Ἀβύδου καὶ τῶν ἐμπορίων καὶ λιμένων τῶν κατὰ τὴν Ἀσίαν ἁπάντων.
He also demanded that he restore the Perinthians to their political incorporation with the Byzantines, and surrender Sestos, Abydos, and all the commercial centers and harbors along Asia.
§18.2.5ἐπὶ δὲ τοῖς Ῥοδίοις Ἀχαιοὶ Κόρινθον ἀπῄτουν καὶ τὴν τῶν Ἀργείων πόλιν ἀβλαβῆ.
Following the Rhodians, the Achaeans demanded Corinth and the city of the Argives undamaged.
§18.2.6μετὰ δὲ τούτους Αἰτωλοὶ πρῶτον μὲν τῆς Ἑλλάδος ἁπάσης ἐκέλευον ἐξίστασθαι, καθάπερ καὶ Ῥωμαῖοι, δεύτερον αὑτοῖς ἀποκαθιστάναι τὰς πόλεις ἀβλαβεῖς τὰς πρότερον μετασχούσας τῆς τῶν Αἰτωλῶν συμπολιτείας.
After these, the Aetolians urged him, first, to withdraw from the whole of Greece, just as the Romans also demanded, and secondly, to restore to them undamaged those cities which had previously participated in the Aetolian League.