Humanitext Reader

波利比奥斯 · 历史 §18.1.1-18.1.14

菲利普五世与提图斯在尼凯亚的会面

第 890 段,共 1311 段 · 希腊语

内容简介

马其顿国王菲利普五世与罗马将军提图斯(弗拉米尼努斯)在尼凯亚附近会面进行和谈。菲利普因深切的不信任而拒绝登岸并态度傲慢,而提图斯则提出从整个希腊撤军并归还领土的要求。

§18.1.1ἐπελθόντος δὲ τοῦ τεταγμένου καιροῦ παρῆν ὁ μὲν Φίλιππος ἐκ Δημητριάδος ἀναχθεὶς εἰς τὸν Μηλιέα κόλπον, πέντε λέμβους ἔχων καὶ μίαν πρίστιν, ἐφʼ ἧς αὐτὸς ἐπέπλει.
当约定的时候到来时,菲利普从德米特里阿斯启航,抵达米里亚湾,随行有五艘轻快船和一艘快速船,他本人就乘坐在这艘快速船上。
§18.1.2συνῆσαν δʼ αὐτῷ Μακεδόνες μὲν Ἀπολλόδωρος καὶ Δημοσθένης οἱ γραμματεῖς, ἐκ Βοιωτίας Βραχύλλης, Ἀχαιὸς δὲ Κυκλιάδας, ἐκπεπτωκὼς ἐκ Πελοποννήσου διὰ τὰς πρότερον ὑφʼ ἡμῶν εἰρημένας αἰτίας.
与他同行的有:马其顿人秘书阿波罗多洛斯和德摩斯梯尼,来自波奥蒂亚的布拉丘莱斯,以及阿开亚人克克利亚达斯——后者因我们此前所述的原因已从伯罗奔尼撒被驱逐。
§18.1.3μετὰ δὲ τοῦ Τίτου παρῆν ὅ τε βασιλεὺς Ἀμύνανδρος καὶ παρʼ Ἀττάλου Διονυσόδωρος, §18.1.4ἀπὸ δὲ τῶν ἐθνῶν καὶ πόλεων τῶν μὲν Ἀχαιῶν Ἀρίσταινος καὶ Ξενοφῶν, παρὰ δὲ Ῥοδίων Ἀκεσίμβροτος ὁ ναύαρχος, παρὰ δὲ τῶν Αἰτωλῶν Φαινέας ὁ στρατηγός, καὶ πλείους δʼ ἕτεροι τῶν πολιτευομένων.
与提图斯同在的有阿米南德王,以及来自阿塔罗斯那里的狄奥尼索多罗斯,在各部族和城市中,阿开亚人有阿里斯泰诺斯和色诺芬,罗得斯人那里有船队指挥官阿克辛布罗托斯,埃托利亚人那里有将军法涅阿斯,此外还有其他许多参与政治事务的人。
§18.1.5συνεγγίσαντες δὲ κατὰ Νίκαιαν πρὸς τὴν θάλατταν, οἱ μὲν περὶ τὸν Τίτον ἐπέστησαν παρʼ αὐτὸν τὸν αἰγιαλόν, ὁ δὲ Φίλιππος ἐγγίσας τῇ γῇ μετέωρος ἔμενε.
当他们在尼凯亚附近接近海边时,提图斯一行人停在海岸边,而菲利普虽然靠近陆地,却仍停留在海上。
§18.1.6τοῦ δὲ Τίτου κελεύοντος αὐτὸν ἀποβαίνειν, διαναστὰς ἐκ τῆς νεὼς οὐκ ἔφησεν ἀποβήσεσθαι.
提图斯催促他登岸,但他站在船上,说他不会登岸。
§18.1.7τοῦ δὲ πάλιν ἐρομένου τίνα φοβεῖται, φοβεῖσθαι μὲν ἔφησεν ὁ Φίλιππος οὐδένα πλὴν τοὺς θεούς, ἀπιστεῖν δὲ τοῖς πλείστοις τῶν παρόντων, μάλιστα δʼ Αἰτωλοῖς.
提图斯再次询问他害怕谁,菲利普回答说,除了神明他谁也不怕,但他不信任在场的大多数人,尤其是埃托利亚人。
§18.1.8τοῦ δὲ τῶν Ῥωμαίων στρατηγοῦ θαυμάσαντος καὶ φήσαντος ἴσον εἶναι πᾶσι τὸν κίνδυνον καὶ κοινὸν τὸν καιρόν, μεταλαβὼν ὁ Φίλιππος οὐκ ἔφησεν αὐτὸν ὀρθῶς λέγειν·
当罗马将军感到惊异,并表示危险对所有人都是同等的,机会也是共同的时候,菲利普接过话头,说提图斯说得不对。
§18.1.9Φαινέου μὲν γὰρ παθόντος τι πολλοὺς εἶναι τοὺς στρατηγήσοντας Αἰτωλῶν, Φιλίππου δʼ ἀπολομένου κατὰ τὸ παρὸν οὐκ εἶναι τὸν βασιλεύσοντα Μακεδόνων.
因为如果法涅阿斯遭遇了什么,会有很多人来担任埃托利亚人的将军,但如果菲利普遭遇不测,目前就没有人来做马其顿人的国王。
§18.1.10ἐδόκει μὲν οὖν πᾶσι φορτικῶς κατάρχεσθαι τῆς ὁμιλίας.
因此,在众人看来,他是以一种傲慢的方式开始了谈话。
ὅμως δὲ λέγειν αὐτὸν ἐκέλευεν ὁ Τίτος ὑπὲρ ὧν πάρεστιν.
然而,提图斯还是催促他说明为何而来。
§18.1.11ὁ δὲ Φίλιππος οὐκ ἔφη τὸν λόγον αὑτῷ καθήκειν, ἀλλʼ ἐκείνῳ· διόπερ ἠξίου διασαφεῖν τὸν Τίτον τί δεῖ ποιήσαντα τὴν εἰρήνην ἄγειν.
菲利普说,发言的责任不在他,而在提图斯;因此,他要求提图斯阐明菲利普必须做什么才能维持和平。
§18.1.12ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς αὑτῷ μὲν ἁπλοῦν τινα λόγον ἔφη καθήκειν καὶ φαινόμενον.
罗马将军则表示,对我自己而言,发言是简单而明了的。
§18.1.13κελεύειν γὰρ αὐτὸν ἐκ μὲν τῆς Ἑλλάδος ἁπάσης ἐκχωρεῖν, ἀποδόντα τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους ἑκάστοις οὓς ἔχει, §18.1.14τοὺς δὲ κατὰ τὴν Ἰλλυρίδα τόπους παραδοῦναι Ῥωμαίοις, ὧν γέγονε κύριος μετὰ τὰς ἐν Ἠπείρῳ διαλύσεις· ὁμοίως δὲ καὶ Πτολεμαίῳ τὰς πόλεις ἀποκαταστῆσαι πάσας, ἃς παρῄρηται μετὰ τὸν Πτολεμαίου τοῦ Φιλοπάτορος θάνατον.
因为他要求菲利普从整个希腊撤军,并将他所扣留的俘虏和逃兵归还给各方,并把他在叶庇鲁斯协议后所占领的伊利里亚地区的土地移交给罗马人;同样,他也要向托勒密归还他在托勒密·菲洛帕托尔死后所夺取的所有城市。

词汇与语法注释

  1. §18.1.1ἐπελθόντος δὲ τοῦ τεταγμένου καιροῦ — 属格绝对分词结构,表示时间,意为“当约定的时候到来时”。
  2. §18.1.8ἴσον εἶναι πᾶσι τὸν κίνδυνον καὶ κοινὸν τὸν καιρόν — 由 φήσαντος 引导的间接引语中的“带对格的不定式”结构。形容词 ἴσον 和 κοινόν 分别作为主语对格 τὸν κίνδυνον(危险)和 τὸν καιρόν(机会/时机)的表语。
  3. §18.1.9Φαινέου μὲν γὰρ παθόντος τι... Φιλίππου δʼ ἀπολομένου — 两者均为属格绝对分词结构,起条件从句(“如果……”)的作用。它们被嵌入到接续前句、由 γάρ 引导的间接引语(带不定式 εἶναι)中。
  4. §18.1.11τί δεῖ ποιήσαντα τὴν εἰρήνην ἄγειν — 对于由无人称动词 δεῖ 引导的不定式 ἄγειν,其逻辑主语被设定为对格单数阳性(指代菲利普),因此修饰该主语的简单过去时主动分词 ποιήσαντα 也采用了对格单数阳性形式。

引用这一段

波利比奥斯, 历史 §18.1.1-18.1.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.1.1-18.1.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。